previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλκμήνη
975φιλῶ πόλιν τήνδ᾽: οὐδὲν ἀντιλεκτέον:
τοῦτον δ᾽, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
καὶ τὴν φρονοῦσαν μεῖζον γυναῖκα χρὴ
980λέξει: τὸ δ᾽ ἔργον τοῦτ᾽ ἐμοὶ πεπράξεται.

Χορός
δεινόν τι καὶ συγγνωστόν, γύναι, σ᾽ ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.

Ἐυρυσθεύς
γύναι, σάφ᾽ ἴσθι μή με θωπεύσοντά σε
μηδ᾽ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
985λέξονθ᾽ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ᾽ ἠράμην:
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
ἀλλ᾽ εἴτ᾽ ἔχρῃζον εἴτε μήθεὸς γὰρ ἦν
990Ἥρα με κάμνειν τήνδ᾽ ἔθηκε τὴν νόσον.
ἐπεὶ δ᾽ ἐκείνῳ δυσμένειαν ἠράμην
κἄγνων ἀγῶνα τόνδ᾽ ἀγωνιούμενος,
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
καὶ πόλλ᾽ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
995ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ᾽ ἐτητύμως
ἄνδρ᾽ ὄντα τὸν σὸν παῖδα: καὶ γὰρ ἐχθρὸς ὢν
ἀκούσεταιγ᾽ ἐσθλὰχρηστὸς ὢν ἀνήρ.
1000κείνου δ᾽ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ᾽ ἄρα,
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
τοιαῦτα δρῶντι τἄμ᾽ ἐγίγνετ᾽ ἀσφαλῆ.
1005οὔκουν σύ γ᾽ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
εἴασας οἰκεῖν Ἄργος. οὔτιν᾽ ἂν πίθοις.

νῦν οὖν ἐπειδή μ᾽ οὐ διώλεσαν τότε
1010πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών:
πόλις τ᾽ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
προσεῖπας, ἀντήκουσας: ἐντεῦθενδὲ χρὴ
1015τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν†.
οὕτω γε μέντοι τἄμ᾽ ἔχεις: θανεῖν μὲν οὐ
χρῄζω, λιπὼν δ᾽ ἂν οὐδὲν ἀχθοίμην βίον.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: