previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

440ἐπῄνεσ᾽, ἀλλὰ στεῖχε δωμάτων ἔσω:
τὰ δ᾽ ἄλλ᾽ ἰούσης τῆς τύχης ἔσται καλῶς.
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ἐς οἷ᾽ ἀνάγκης ζεύγματ᾽ ἐμπεπτώκαμεν.
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
445πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
δυσγένεια δ᾽ ὡς ἔχει τι χρήσιμον.
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
ἅπαντά τ᾽ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
450τὸν ὄγκον ἔχομεν τῷ τ᾽ ὄχλῳ δουλεύομεν.
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
τὸ μὴ δακρῦσαι δ᾽ αὖθις αἰδοῦμαι τάλας,
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
εἶἑν: τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
455πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
καὶ γάρ μ᾽ ἀπώλεσ᾽ ἐπὶ κακοῖς μοι πάρος
ἐλθοῦσ᾽ ἄκλητος. εἰκότως δ᾽ ἅμ᾽ ἕσπετο
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
δώσουσ᾽, ἵν᾽ ἡμᾶς ὄντας εὑρήσει κακούς.
460τὴν δ᾽ αὖ τάλαιναν παρθένοντί παρθένον;
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα
ὡς ᾤκτισ᾽: οἶμαι γάρ νιν ἱκετεύσειν τάδε:
πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
465παρὼν δ᾽ Ὀρέστης ἐγγὺς ἀναβοήσεται
οὐ συνετὰ συνετῶς: ἔτι γάρ ἐστι νήπιος.
αἰαῖ, τὸν Ἑλένης ὥς μ᾽ ἀπώλεσεν γάμον
γήμας Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

Χορός

κἀγὼ κατῴκτιρ᾽, ὡς γυναῖκα δεῖ ξένην
470ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: