previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πυνθανόμενος δὲ τοὺς πολεμίους Μάριος ἐγγὺς εἶναι διὰ ταχέων ὐπερέβαλε τὰς Ἄλπεις: καὶ τειχίσας στρατόπεδον παρὰ τῷ Ῥοδανῷ ποταμῷ συνῆγεν εἰς αὐτὸ χορηγίαν ἄφθονον, ὡς μηδέποτε παρὰ τὸν τοῦ συμφέροντος λογισμὸν ἐκβιασθείη δι᾽ ἔνδειαν τῶν ἀναγκαίων εἰς μάχην καταστῆναι. [2] τὴν δὲ κομιδὴν ὧν ἔδει 1 τῷ στρατεύματι μακρὰν καὶ πολυτελῆ πρότερον οὖσαν πρὸς τὴν θάλασσαν, αὐτὸς εἰργάσατο ῥᾳδίαν καὶ ταχεῖαν. τὰ γάρ στόματα τοῦ Ῥοδανοῦ, πρὸς τὰς ἀνακοπὰς τῆς θαλάττης, ἰλύν τε πολλὴν λαμβάνοντα καὶ θῖνα πηλῷ βαθεῖ συμπεπιλημένην ὑπὸ τοῦ κλύδωνος, χαλεπὸν καὶ ἐπίπονον καὶ βραδύπορον τοῖς σιταγωγοῖς ἐποίει τὸν εἴσπλουν. [3] δὲ τρέψας ἐνταῦθα τὸν στρατὸν σχολάζοντα τάφρον μεγάλην ἐνέβαλε, καὶ ταύτῃ πολύ μέρος τοῦ ποταμοῦ μεταστὴσας περιήγαγεν εἰς [p. 502] ἐπιτήδειον αἰγιαλόν, βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον, λεῖον δὲ καὶ ἄκλυστον στόμα λαβοῦσαν πρὸς τὴν θάλασσαν. αὕτη μὲν οὖν ἔτι ἀπ᾽ ἐκείνου τὴν ἐπωνυμίαν φυλάττει.

[4] τῶν δὲ βαρβάρων διελόντων σφᾶς αὐτοὺς δίχα Κίμβροι μὲν ἔλαχον διὰ Νωρικῶν ἄνωθεν ἐπὶ Κάτλον χωρεῖν καὶ τὴν πάροδον ἐκείνην βιάζεσθαι, Τεύτονες δὲ καὶ Ἄμβρωνες διὰ Λιγύων ἐπὶ Μάριον παρὰ θάλατταν. [5] καὶ Κίμβροις μέν ἐγίνετο πλείων διατριβὴ καὶ μέλλησις, Τεύτονες δὲ καὶ Ἄμβρωνες ἄραντες εὐθὺς καὶ διελθόντες τὴν ἐν μέσῳ χώραν ἐφαίνοντο πλήθει τε ἄπειροι καὶ δυσπρόσοπτοι τὰ εἴδη, φθόγγον τε καὶ θόρυβον οὐχ ἑτέροις ὅμοιοι. περιβαλόμενοι δὲ τοῦ πεδίου μέγά μέρος 2 καὶ στρατοπεδεύσαντες προὐκαλοῦντο τὸν Μάριον εἰς μάχην.

1 ἔδει Coraës, Bekker, and Ziegler, after Reiske; ἐδεῖτο.

2 μέγα μέρος Coraës and Bekker, after Reiske: μέγα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: