previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δανδαρίων δυνάστης Ὀλθακὸς γένος δ᾽ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τήν Μαιῶτιν οἰκούντων, ἀνὴρ ὅσα χειρὸς ἔργα καί τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα, καί γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δ᾽ ἐμμελὴς ὁμιλῆσαι καί θεραπευτικός, οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀποκτενεῖν Λούκουλλον. [2] ἐπαινέσαντος δὲ τοῦ βασιλέως καί τινας αὐτῷ προσβαλόντος ἐπίτηδες ἀτιμίας εἷς προσποίησιν ὀργῆς ἀφιππάσατο πρός Λούκουλλον: δ᾽ ἄσμενος ἐδέξατο: λόγος γὰρ ἦν αὐτοῦ πολὺς ἐν τῷ στρατοπέδῳ: καί ταχὺ πειρώμενος ἠσπάζετο τήν τε ἀγχίνοιαν αὐτοῦ καί τὸ λιπαρές, ὥστε τραπέζης καί συνεδρίου ποτὲ ποιεῖσθαι κοινωνόν.

[3] ἐπεὶ δ᾽ ἐδόκει καιρὸν ἔχειν Δανδάριος, τὸν μὲν ἵππον ἔξω τοῦ χάρακος ἐκέλευσε προαγαγεῖν τοὺς παῖδας, αὐτὸς δὲ μεσημβρίας οὔσης καί τῶν στρατιωτῶν ἐνδιαζόντων καί ἀναπαυομένων ἐβάδιζεν ἐπὶ τήν στρατηγικὴν σκηνήν, ὡς οὐδενὸς κωλύσοντος εἰσελθεῖν ἄνδρα συνήθη καί λόγους τινὰς ἀξίους σπουδῆς τῷ στρατηγῷ κομίζειν φάσκοντα, κἂν εἰσῆλθεν ἀδεῶς, [4] εἰ μὴ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λούκουλλον ἔσωσεν. ἐτύγχανε γὰρ καθεύδων καί Μενέδημος, εἷς τῶν κατευναστῶν, παρὰ ταῖς θύραις ἑστὼς οὐκ ἔφη κατὰ καιρὸν ἥκειν τὸν Ὀλθακόν, ἄρτι Λουκούλλου πρός ἀνάπαυσιν ἐκ μακρᾶς ἀγρυπνίας καί πόνων [p. 520] [5] τοσούτων δεδωκότος ἑαυτόν, ἐπεὶ δ᾽ οὐκ ἀπῄει κελεύοντος, ἀλλ᾽ ἔφη καί κωλύοντος εἰσελεύσεσθαι περὶ πράγματος ἀναγκαίου καί μεγάλου διαλεχθῆναι βουλόμενος, ἤδη πρὸς ὀργὴν Μενέδημος εἰπὼν μηδὲν ἀναγκαιότερον τοῦ σῴζεσθαι Λούκουλλον ἀπεώσατο τὸν ἄνθρωπον ἀμφοτέραις ταῖς χερσίν. [6] δὲ δείσας ὑπεξῆλθε τοῦ χάρακος, καί λαβὼν τὸν ἵππον ἀπήλασεν εἷς τὸ Μιθριδάτου στρατόπεδον ἄπρακτος, οὕτως ἄρα καί τοῖς πράγμασιν καιρὸς ὥσπερ τοῖς φαρμάκοις καί τήν σῴζουσαν καί τήν ἀναιροῦσαν ῥοπὴν προστίθησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: