previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ τῶν πεζῶν κατὰ τὸ μέσον συρραγέντων καὶ μαχομένων, ἀπὸ τοῦ κέρατος οἱ Πομπηΐου ἱππεῖς σοβαρῶς ἐπήλαυνον εἰς κύκλωσιν τοῦ δεξιοῦ τὰς ἴλας ἀναχεόμενοι: καὶ πρὶν προσβαλεῖν αὐτούς ἐκτρέχουσιν αἱ σπεῖραι παρὰ Καίσαρος, οὐχ, ὥσπερ εἰώθεσαν, ἀκοντίσμασι χρώμενοι τοῖς ὑσσοῖς, [2] οὐδὲ μηροὺς παίοντες ἐκ χειρὸς κνήμας τῶν πολεμίων, ἀλλὰ τῶν ὄψεων ἐφιέμενοι καὶ τὰ πρόσωπα συντιτρώσκοντες, ὑπὸ Καίσαρος δεδιδαγμένοι τοῦτο ποιεῖν, ἐλπίζοντος ἄνδρας οὐ πολλὰ πολέμοις οὐδὲ τραύμασιν ὡμιληκότας, νέους δὲ καὶ κομῶντας ἐπὶ κάλλει καὶ ὥρᾳ, μάλιστα τὰς τοιαύτας πληγὰς ὑπόψεσθαι καὶ μὴ μενεῖν, τὸν ἐν τῷ παρόντι κίνδυνον ἅμα καὶ τὴν αὖθις αἰσχύνην δεδοικότας. [3] δὴ καὶ συνέβαινεν οὐ γὰρ ἠνείχοντο τῶν ὑσσῶν ἀναφερομένων, οὐδὲ ἐτόλμων ἐν ὀφθαλμοῖς τὸν σίδηρον ὁρῶντες, ἀλλ᾽ ἀπεστρέφοντο καὶ συνεκαλύπτοντο φειδόμενοι τῶν προσώπων καὶ τέλος οὕτως ταράξαντας ἑαυτοὺς ἐτράποντο φεύγειν αἴσχιστα, λυμηνάμενοι τὸ σύμπαν εὐθὺς γὰρ οἱ μὲν νενικηκότες τούτους ἐκυκλοῦντο τοὺς πεζοὺς καὶ κατὰ νώτου προσπίπτοντες ἔκοπτον.

[4] Πομπήϊος δὲ ὡς κατεῖδεν ἀπὸ θατέρου τοὺς [p. 552] ἱππεῖς φυγῇ σκεδασθέντας, οὐκέτι ἦν αὐτὸς οὐδ᾽ ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος, ἀλλ᾽ ὑπὸ θεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοικώς ἄφθογγος ᾤχετο ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθεζόμενος ἐκαραδόκει τὸ μέλλον, ἄχρι οὗ τροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱ πολέμιοι τοῦ χάρακος καὶ διεμάχοντο πρὸς τοὺς φυλάττοντας. [5] τότε δὲ ὥσπερ ἔννους γενόμενος, καὶ ταύτην μόνην, ὥς φασι, φωνὴν ἀφεὶς, ‘οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν;’ ἀπεδύσατο μὲν τὴν ἐναγώνιον καὶ στρατηγικὴν ἐσθῆτα, φεύγοντι δὲ πρέπουσαν μεταλαβὼν ὑπεξῆλθεν. ἀλλ᾽ οὗτος μὲν οἵαις ὕστερον χρησάμενος τύχαις ὅπως τε παραδοὺς ἑαυτὸν τοῖς Αἰγυπτίοις ἀνδράσιν ἀνῃρέθη, δηλοῦμεν ἐν τοῖς περὶ ἐκείνου γράμμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: