This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[112]
ἢν δὴ τοιοῦτον ἐπιχειρῶσί τι ποιεῖν, προσήκει τοὺς εὖ φρονοῦντας ληρεῖν νομίζειν αὐτούς. ἐγὼ γὰρ ὑπεθέμην οὐχ ὡς περὶ τῶν πολιτειῶν διαλεξόμενος, ἀλλ᾽ ὡς ἐπιδείξων τὴν πόλιν ἡμῶν πολὺ πλείονος ἀξίαν Λακεδαιμονίων περὶ τοὺς Ἕλληνας γεγενημένην. ἢν μὲν οὖν ἀναιρῶσί τι τούτων, ἢ πράξεις ἑτέρας κοινὰς λέγωσι περὶ ἃς ἐκεῖνοι βελτίους ἡμῶν γεγόνασιν, εἰκότως ἂν ἐπαίνου τυγχάνοιεν: ἢν δὲ λέγειν ἐπιχειρῶσι περὶ ὧν ἐγὼ μηδεμίαν μνείαν ποιησαίμην, δικαίως ἂν ἅπασιν ἀναισθήτως ἔχειν δοκοῖεν.