Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὐπώποθ᾽ οὕτω καθαρῶς
οὐδενὸς ἠκούσαμεν οὐδὲ
ξυνετῶς λέγοντος. Φιλοκλέων
οὔκ, ἀλλ᾽ ἐρήμας ᾤεθ᾽ οὕτω ῥᾳδίως τρυγήσειν.
635καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι. Χορός
ὡς δ᾽ ἐπὶ πάντ᾽ ἐλήλυθεν
κοὐδὲν παρῆλθεν, ὥστ᾽ ἔγωγ᾽
ηὐξανόμην ἀκούων,
κἀν μακάρων δικάζειν
640αὐτὸς ἔδοξα νήσοις,
ἡδόμενος λέγοντι. Φιλοκλέων
ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ. Βδελυκλέων
ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω. Χορός
δεῖ δέ σε παντοίας πλέκειν
645εἰς ἀπόφυξιν παλάμας.
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
χαλεπὸν νεανίᾳ μὴ πρὸς ἐμοῦ λέγοντι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.