This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν: οὐ γὰρ ὡς μὴ πάθωσιν ὁ κίνδυνος αὐτοῖς ἐστιν, ἀλλ᾽ ὡς ἐμὲ μὴ δικαίως δι᾽ ἔχθραν διαφθείρωσιν. ὅτι δ᾽ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ὁ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἢ ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ. ἄρχων γὰρ χειρῶν ἀδίκων, καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ αἴτιος τοῦ ἐγκλήματος γέγονεν.