This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί,
ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν
ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν
τὴν πρὸς τὸν βάρβαρον δι᾽ ἐτῶν πλειόνων ἢ1
πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις
ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περισωθῆναι2 ὑφ᾽ ὑμῶν. οὗτος δὲ ὁ
μιαρός, ὁ ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας
οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον3 ἀλλ᾽ οὕτως
ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν4 ἐχρήσατο
ὥστε μετα ... το ἐν
τῇ ἐκκλησίᾳ ... κατὰ τοῦτο ...
5
... ραν δεδιὼς ... ιν
κατέφυγεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.