This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν 1 τὴν οἰκουμένην ἐπέρχεται, τὰς
μὲν2 ὥρας διακρίνων εἰς τὸ πρέπον3
καὶ καλῶς πάντα καθιστάς,4 τοῖς δὲ σώφροσι
καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ
τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων5 ἁπάντων τῶν εἰς τὸν βίον
χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς
κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς
ἀδικίας6 ἅπασιν
ἀπονέμουσα,7 τοῖς δὲ ἰδίοις κινδύνοις καὶ
δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.