This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταῦτα μὲν οὖν ὅσα ἔτη: διὰ χρόνου δὲ δικάσαι δεῖ †στρατιᾶς καὶ ἐάν τι ἄλλο ἐξαπιναῖον ἀδίκημα γίγνηται, ἐάν τε ὑβρίζωσί τινες ἄηθες ὕβρισμα ἐάν τε ἀσεβήσωσι. πολλὰ ἔτι πάνυ παραλείπω: τὸ δὲ μέγιστον εἴρηται πλὴν αἱ τάξεις τοῦ φόρου: τοῦτο δὲ γίγνεται ὡς τὰ πολλὰ δι᾽ ἔτους πέμπτου. φέρε δὴ τοίνυν, ταῦτα οὐκ οἴεσθαι <χρὴ> χρῆναι διαδικάζειν ἅπαντα;