[290α]
ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα: ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;οὔκ, ἀλλ᾽ οὕτω μοι φαίνεται, ἔφη, ὡς σὺ λέγεις.ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθ᾽ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην;ἐγὼ μὲν οὐκ εὐπορῶ, ἔφη.ἀλλ᾽, ἦν δ᾽ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.τίνα; ἔφη ὁ Κλεινίας.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.