[495δ]
Καλλίκλης
ἕτερον δήπου, ὦ σοφώτατε σύ.Σωκράτης
ἦ καὶ ἀνδρείαν ἑτέραν ἡδονῆς;Καλλίκλης
πῶς γὰρ οὔ;Σωκράτης
φέρε δὴ ὅπως μεμνησόμεθα ταῦτα, ὅτι Καλλικλῆς ἔφη Ἀχαρνεὺς ἡδὺ μὲν καὶ ἀγαθὸν ταὐτὸν εἶναι, ἐπιστήμην δὲ καὶ ἀνδρείαν καὶ ἀλλήλων καὶ τοῦ ἀγαθοῦ ἕτερον.Καλλίκλης
Σωκράτης δέ γε ἡμῖν ὁ Ἀλωπεκῆθεν οὐχ ὁμολογεῖ ταῦτα. ἢ ὁμολογεῖ;