previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

64.

κατὰ δὲ τὴν Ἑλλάδα Θρασύβουλος πεμφθεὶς παρ᾽ Ἀθηναίων μετὰ νεῶν τριάκοντα καὶ πολλῶν ὁπλιτῶν σὺν ἱππεῦσιν ἑκατὸν κατέπλευσεν εἰς τὴν Ἔφεσον: ἐκβιβάσας δὲ τὴν δύναμιν κατὰ δύο τόπους προσβολὰς ἐποιήσατο. τῶν δ᾽ ἔνδον ἐπεξελθόντων καρτερὰν συνέβη μάχην συστῆναι: πανδημεὶ δὲ τῶν Ἐφεσίων ἀγωνισαμένων τετρακόσιοι μὲν τῶν Ἀθηναίων ἔπεσον, τοὺς δ᾽ ἄλλους Θρασύβουλος ἀναλαβὼν εἰς τὰς ναῦς ἐξέπλευσεν εἰς Λέσβον. [2] οἱ δὲ περὶ Κύζικον ὄντες τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες ἐπὶ Χαλκηδόνα, Χρυσόπολιν ᾤκισαν φρούριον καὶ τὴν ἱκανὴν αὐτῷ κατέλιπον δύναμιν: τοῖς δ᾽ ἐπὶ τούτων κατασταθεῖσι προσέταξαν δεκάτην πράττεσθαι τοὺς ἐκ τοῦ Πόντου πλέοντας. [3] μετὰ δὲ ταῦτα διελομένων αὐτῶν τὰς δυνάμεις, Θηραμένης μὲν μετὰ πεντήκοντα νεῶν κατελείφθη πολιορκήσων Χαλκηδόνα καὶ Βυζάντιον, Θρασύβουλος δὲ περὶ Θρᾴκην πεμφθεὶς τὰς ἐν τούτοις τοῖς τόποις πόλεις προσηγάγετο. [4] Ἀλκιβιάδης δὲ τὸν Θρασύβουλον μετὰ τῶν τριάκοντα νεῶν ἀπολύσας ἔπλευσεν εἰς τὴν ὑπὸ Φαρνάβαζον χώραν, καὶ κοινῇ πολλὴν αὐτῆς πορθήσαντες τούς τε στρατιώτας ἐνέπλησαν ὠφελείας καὶ αὐτοὶ χρήματα συνήγαγον ἐκ τῶν λαφύρων, βουλόμενοι κουφίσαι τὸν δῆμον τῶν εἰσφορῶν. [5] Λακεδαιμόνιοι δὲ πυνθανόμενοι περὶ τὸν Ἑλλήσποντον ὑπάρχειν ἁπάσας τὰς τῶν Ἀθηναίων δυνάμεις, ἐστράτευσαν ἐπὶ Πύλον, ἣν Μεσσήνιοι φρουρᾷ κατεῖχον, κατὰ μὲν θάλατταν ἕνδεκα ναυσίν, ὧν ἦσαν αἱ μὲν ἀπὸ Σικελίας πέντε, ἓξ δὲ ἐκ τῶν πολιτῶν πεπληρωμέναι: πεζῇ δὲ παρήγαγον ἱκανὴν δύναμιν, καὶ περιστρατοπεδεύσαντες τὸ φρούριον ἐπόρθουν ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [6] δὴ πυθόμενος τῶν Ἀθηναίων δῆμος ἐξαπέστειλε τοῖς πολιορκουμένοις εἰς βοήθειαν ναῦς τριάκοντα καὶ στρατηγὸν Ἄνυτον τὸν Ἀνθεμίωνος. οὗτος μὲν οὖν ἐκπλεύσας, καὶ διά τινας χειμῶνας οὐ δυνηθεὶς τὸν Μαλέαν κάμψαι, ἀνέπλευσεν εἰς Ἀθήνας. ἐφ᾽ οἷς μὲν δῆμος ὀργισθείς, καὶ καταιτιασάμενος αὐτοῦ προδοσίαν, μετέστησεν εἰς κρίσιν: δ᾽ Ἄνυτος ἰσχυρῶς κινδυνεύων ἐρρύσατο χρήμασι τὴν ἰδίαν ψυχήν, καὶ πρῶτος Ἀθηναίων δοκεῖ δικαστήριον δωροδοκῆσαι. [7] οἱ δ᾽ ἐν τῇ Πύλῳ Μεσσήνιοι μέχρι μέν τινος ἀντεῖχον, προσδοκῶντες παρὰ τῶν Ἀθηναίων βοήθειαν: ὡς δ᾽ οἱ μὲν πολέμιοι τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, τῶν δὲ ἰδίων οἱ μὲν ἐκ τῶν τραυμάτων ἀπέθνησκον, οἱ δ᾽ ἐκ τῆς σιτοδείας κακῶς ἀπήλλαττον, ὑπόσπονδοι τὸν τόπον ἐξέλιπον. Λακεδαιμόνιοι μὲν οὖν ἐγκρατεῖς ἐγένοντο τῆς Πύλου, πεντεκαίδεκα ἔτη τῶν Ἀθηναίων αὐτὴν κατεσχηκότων, ἀφ᾽ ὅτου Δημοσθένης αὐτὴν ἐτείχισεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: