previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6% of the text is displayed below. If you wish to view the entire text, please click here

Book XIV

ξοντεντς.

τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Διοδώρου βύβλων.

κατάλυσις ἐν Ἀθήναις τῆς δημοκρατίας καὶ κατάστασις ἀνδρῶν τριάκοντα.

παρανομία τῶν τριάκοντα ἀνδρῶν εἰς τοὺς πολίτας.

ὡς Διονύσιος τύραννος ἀκρόπολιν κατασκευάσας διεμέρισε τὴν πόλιν καὶ τὴν χώραν τοῖς πλήθεσιν.

ὡς Διονύσιος παραλυομένην τὴν τυραννίδα παραδόξως αὐτὴν ἀνεκτήσατο.

ὡς Λακεδαιμόνιοι διῴκησαν τὰ κατὰ τὴν Ἑλλάδα.

Ἀλκιβιάδου θάνατος, καὶ Κλεάρχου τοῦ Λάκωνος τυραννὶς ἐν Βυζαντίῳ καὶ κατάλυσις.

ὡς Λύσανδρος Λακεδαιμόνιος ἐπιβαλόμενος καταλῦσαι τοὺς ἀφ᾽ Ἡρακλέους ἀπέτυχεν.

ὡς Διονύσιος Κατάνην μὲν καὶ Νάξον ἐξηνδραποδίσατο, Λεοντίνους δὲ μετῴκισεν εἰς Συρακούσας.

κτίσις Ἀλαίσης ἐν τῇ Σικελίᾳ.

Λακεδαιμονίων πρὸς Ἠλείους πόλεμος.

ὡς Διονύσιος τὸ πρὸς τοῖς Ἑξαπύλοις τεῖχος κατεσκεύασεν.

ὡς Κῦρος στρατεύσας ἐπὶ τὸν ἀδελφὸν ἀνῃρέθη.

ὡς Λακεδαιμόνιοι τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλησιν ἐβοήθησαν.

κτίσις Ἀδρανοῦ κατὰ τὴν Σικελίαν, καὶ Σωκράτους τοῦ φιλοσόφου θάνατος.

κατασκευὴ τοῦ περὶ τὴν Χερρόνησον τείχους.

παρασκευὴ Διονυσίου πρὸς τὸν Καρχηδονιακὸν πόλεμον καὶ ὁπλοποιία, καθ᾽ ἣν εὗρε τὸ καταπελτικὸν βέλος.

ὡς Καρχηδονίοις καὶ Διονυσίῳ πόλεμος ἐνέστη.

ὡς Διονύσιος Μοτύην πόλιν ἐπίσημον Καρχηδονίων ἐξεπολιόρκησεν.

ὡς Αἰγεσταῖοι τὴν Διονυσίου παρεμβολὴν ἐνέπρησαν.

ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι διαβάντες εἰς τὴν Σικελίαν ἐπολέμουν πρὸς Διονύσιον.

Διονυσίου ἀποχώρησις εἰς τὰς Συρακούσας.

Καρχηδονίων στρατεία ἐπὶ τὸν πορθμόν, καὶ ἅλωσις τῆς Μεσσήνης.

ναυμαχία Καρχηδονίων πρὸς Διονύσιον μεγάλη καὶ νίκη Καρχηδονίων.

σύλησις τῶν ναῶν τῆς τε Δήμητρος καὶ Κόρης ὑπὸ Καρχηδονίων.

κόλασις ἐκ θεῶν τῶν ἱεροσύλων, καὶ φθορὰ τῆς Καρχηδονίων δυνάμεως ὑπὸ νόσου λοιμικῆς.

ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων.

δημηγορία Θεοδώρου περὶ τῆς ἐλευθερίας.

ὡς Διονύσιος τοὺς ταραχωδεστάτους χιλίους μισθοφόρους καταστρατηγήσας ἐποίησε κατακοπῆναι.

ὡς Διονύσιος τὰ φρούρια καὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων ἐπολιόρκησεν.

ὡς Διονύσιος ἐκπολιορκήσας Καρχηδονίους πολλὰς τῶν πολεμίων ναῦς ἐνέπρησεν.

Καρχηδονίων ἧττα κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.

δρασμὸς τῶν Καρχηδονίων νυκτὸς Διονυσίου συνεργήσαντος λάθρᾳ τῶν Συρακοσίων ἐπὶ τετρακοσίοις ταλάντοις.

τὰ συμβάντα Καρχηδονίοις δυσχερῆ διὰ τὴν εἰς τὸ θεῖον ἀσέβειαν.

συνοικισμὸς τῶν κατὰ Σικελίαν ἀναστάτων γεγενημένων πόλεων.

ὡς Διονύσιος τῶν Σικελικῶν πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δ᾽ εἰς συμμαχίαν προσηγάγετο.

ὡς πρὸς τοὺς δυνάστας Ἄγυρίν τε τὸν Ἀγυρηναῖον καὶ Νικόδημον τὸν Κεντοριπῖνον φιλίαν συνέθετο.

ὡς Ἀγησίλαος Σπαρτιατῶν βασιλεὺς μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διέβη καὶ τὴν ὑπὸ Πέρσας τεταγμένην χώραν ἐπόρθησεν.

ὡς Ἀγησίλαος ἐνίκησε μάχῃ τοὺς Πέρσας ἡγουμένου Φαρναβάζου.

περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ.

ὡς Κόνων ὑπὸ Περσῶν κατασταθεὶς στρατηγὸς τὰ τείχη τῶν Ἀθηναίων ἀνῳκοδόμησεν.

ὡς περὶ Κόρινθον Λακεδαιμόνιοι Βοιωτοὺς ἐνίκησαν καὶ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός.

ὡς Διονύσιος μετὰ πολλῶν κινδύνων παρεισπεσὼν εἰς τὸ Ταυρομένιον ἐξέπεσεν.

ὡς Καρχηδόνιοι περὶ πόλιν Βάκαιναν ἡττήθησαν ὑπὸ Διονυσίου.

στρατεία Καρχηδονίων εἰς Σικελίαν καὶ κατάλυσις τοῦ πολέμου.

ὡς Θίβρος Λακεδαιμόνιος ὢν στρατηγὸς ὑπὸ Περσῶν ἡττηθεὶς ἀνῃρέθη.

ὡς Διονύσιος Ῥήγιον ἐπολιόρκησεν.

ὡς οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες εἰς μίαν πολιτείαν συστάντες ἀντετάξαντο πρὸς Διονύσιον.

ὡς Διονύσιος νικήσας τῇ μάχῃ καὶ μυρίους αἰχμαλώτους λαβών, ἀπέλυσεν ἄνευ λύτρων καὶ ταῖς πόλεσιν αὐτονομεῖσθαι συνεχώρησεν.

Καυλωνίας καὶ Ἱππωνίου ἅλωσις καὶ κατασκαφὴ καὶ μετοίκησις εἰς Συρακούσας.

ὡς οἱ Ἕλληνες πρὸς Ἀρταξέρξην εἰρήνην ἐποιήσαντο τὴν ἐπὶ Ἀνταλκίδου.

Ῥηγίου ἅλωσις καὶ τὰ περὶ τὴν πόλιν ἀτυχήματα.

῞αλωσις Ῥώμης ὑπὸ Γαλατῶν πλὴν τοῦ Καπετωλίου.


1.

πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καθ᾽ ἑαυτῶν βλασφημίας: καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδ᾽ ἐξαρνεῖσθαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν. διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις τινος ἐπισήμου τύχης μεταλαβοῦσιν: [2] γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἀδυνατεῖ κρύπτειν τὴν ἰδίαν ἄγνοιαν: ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. καὶ γὰρ ἂν ἐν τῷ καθ᾽ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπ᾽ αὐτὸν προσδεχέσθω τὴν ἀλήθειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα. [3] χαλεπὸν οὖν τοῖς φαύλοις τοῦ παντὸς βίου καθάπερ ἀθάνατον εἰκόνα μετὰ τὴν ἰδίαν τελευτὴν ἀπολείπειν τοῖς μεταγενεστέροις: καὶ γὰρ εἰ μηδέν ἐστι πρὸς ἡμᾶς τὰ μετὰ τὸν θάνατον, καθάπερ ἔνιοι τῶν φιλοσόφων θρυλοῦσιν, ὅμως γε προγεγενημένος βίος γίνεται πολὺ χείρων τὸν ἅπαντα τὸν αἰῶνα ἐπὶ κακῷ μνημονευόμενος. ἐμφανῆ δὲ τούτων παραδείγματα λαμβάνειν ἔξεστι τοῖς ἀναγνοῦσι τὰ κατὰ μέρος τῆσδε τῆς βίβλου. 2.

παρὰ μὲν γὰρ Ἀθηναίοις τριάκοντα τύραννοι γενόμενοι διὰ τὴν ἰδίαν πλεονεξίαν τήν τε πατρίδα μεγάλοις ἀτυχήμασι περιέβαλον καὶ αὐτοὶ ταχὺ τὴν δύναμιν ἀποβαλόντες ἀθάνατον ἑαυτῶν ὄνειδος καταλελοίπασι, Λακεδαιμόνιοι δὲ περιποιησάμενοι τὴν τῆς Ἑλλάδος ἀρχὴν ἀναμφισβήτητον, τότε ταύτης ἐστερήθησαν, ὅτε πράξεις ἀδίκους κατὰ τῶν συμμάχων ἐπιτελεῖν ἐπεχείρησαν: αἱ γὰρ τῶν ἡγεμόνων ὑπεροχαὶ τηροῦνται μὲν εὐνοίᾳ καὶ δικαιοσύνῃ, καταλύονται δὲ ἀδικήμασι καὶ μίσει τῶν ὑποτεταγμένων. [2] παραπλησίως δὲ καὶ Διονύσιος Συρακοσίων τύραννος, καίπερ εὐτυχέστατος τῶν δυναστῶν γεγονώς, ζῶν μὲν οὐ διέλιπεν ἐπιβουλευόμενος, καὶ διὰ τὸν φόβον ἠναγκάζετο φέρειν ὑπὸ τὸν χιτῶνα σιδηροῦν θώρακα, τελευτήσας δὲ μέγιστον εἰς βλασφημίας παράδειγμα καταλέλοιπε τὸν ἑαυτοῦ βίον εἰς ἅπαντα τὸν αἰῶνα. [3] ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἕκαστον ἀναγράψομεν σαφέστερον, νῦν δ᾽ ἐπὶ τὰ συνεχῆ τοῖς προϊστορημένοις τρεψόμεθα, τοὺς χρόνους μόνον διορίζοντες. [4] ἐν μὲν γὰρ ταῖς πρὸ ταύτης βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ Τροίας ἁλώσεως πράξεις ἕως ἐπὶ τὴν κατάλυσιν τοῦ τε Πελοποννησιακοῦ πολέμου καὶ τῆς Ἀθηναίων ἡγεμονίας, διελθόντες ἔτη ἑπτακόσια ἑβδομήκοντα ἐννέα: ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις προσαναπληροῦντες ἀρξόμεθα ἐκ τῶν κατασταθέντων Ἀθήνησι τριάκοντα τυράννων, καταλήξομεν δὲ ἐπὶ τὴν Ῥώμης ἅλωσιν ὑπὸ Γαλατῶν, περιλαβόντες ἔτη δέκα ὀκτώ. 3.

ἀναρχίας γὰρ οὔσης Ἀθήνησι διὰ τὴν κατάλυσιν τῆς ἡγεμονίας, ἔτος μὲν ἦν ὀγδοηκοστὸν πρὸς τοῖς ἑπτακοσίοις μετὰ τὴν Τροίας ἅλωσιν, ἐν δὲ τῇ Ῥώμῃ χιλίαρχοι διεδέξαντο τὴν ὕπατον ἀρχὴν τέτταρες, Γάιος Φολούιος καὶ Γάιος Σερουίλιος καὶ Γάιος Οὐαλέριος καὶ Νουμέριος Φάβιος, ἤχθη δὲ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν τετάρτη πρὸς ταῖς ἐνενήκοντα, καθ᾽ ἣν ἐνίκα Κορκίνας Λαρισαῖος. [2] κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι μὲν καταπεπονημένοι ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους, καθ᾽ ἃς ἔδει τὰ τείχη τῆς πόλεως καθελεῖν καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσθαι. καὶ τὰ μὲν τείχη περιεῖλον, περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο. [3] οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι τὴν παλαιὰν κατάστασιν ἔφασαν δεῖν ἀνανεοῦσθαι, καθ᾽ ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν: οἱ δὲ πλεῖστοι δημοκρατίας ὄντες ἐπιθυμηταὶ τὴν τῶν πατέρων πολιτείαν προεφέροντο, καὶ ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν. [4] ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας, οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτηνοὗτος γὰρ καταλυθέντος τοῦ πολέμου τὰ κατὰ τὰς πόλεις ἀπέσταλτο διοικῆσαι, καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καθίσταντοἐλπίζοντες ὅπερ ἦν εἰκός, συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς. διέπλευσαν οὖν εἰς Σάμον: ἐκεῖ γὰρ ἐτύγχανε διατρίβων Λύσανδρος, προσφάτως κατειληφὼς τὴν πόλιν. [5] παρακαλούντων δὲ αὐτὸν πρὸς τὸ συνεργῆσαι συνεπένευσε, καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν, αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα. συναγαγὼν δ᾽ ἐκκλησίαν συνεβούλευσε τοῖς Ἀθηναίοις ἑλέσθαι τριάκοντα ἄνδρας τοὺς ἀφηγησομένους τῆς πολιτείας καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν. [6] ἀντειπόντος δὲ τοῦ Θηραμένους καὶ τὰς συνθήκας ἀναγινώσκοντος, ὅτι τῇ πατρίῳ συνεφώνησε χρήσεσθαι πολιτείᾳ, καὶ δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεθήσονται τὴν ἐλευθερίαν, Λύσανδρος ἔφη λελύσθαι τὰς συνθήκας ὑπὸ Ἀθηναίων: ὕστερον γὰρ τῶν συγκειμένων ἡμερῶν καθῃρηκέναι τὰ τείχη. ἀνετείνατο δὲ καὶ τῷ Θηραμένει τὰς μεγίστας ἀπειλάς, ἀποκτενεῖν φήσας, εἰ μὴ παύσεται Λακεδαιμονίοις ἐναντιούμενος. [7] διόπερ τε Θηραμένης καὶ δῆμος καταπλαγεὶς ἠναγκάζετο χειροτονίᾳ καταλῦσαι τὴν δημοκρατίαν. ᾑρέθησαν οὖν τριάκοντα ἄνδρες οἱ διοικήσοντες τὰ κοινὰ τῆς πόλεως, ἁρμόζοντες μὲν τῷ λόγῳ, τύραννοι δὲ τοῖς πράγμασιν. 4. δὲ δῆμος θεωρῶν τὴν Θηραμένους ἐπιείκειαν καὶ νομίζων τῇ τούτου καλοκἀγαθίᾳ τὴν πλεονεξίαν τῶν προεστηκότων ἐπὶ ποσὸν ἀνασταλήσεσθαι, καὶ τοῦτον ἐν τοῖς τριάκοντ᾽ ἄρχουσιν ἐχειροτόνησεν. ἔδει δὲ τοὺς ᾑρημένους βουλήν τε καὶ τὰς ἄλλας ἀρχὰς καταστῆσαι, καὶ νόμους συγγράψαι καθ᾽ οὓς ἔμελλον πολιτεύεσθαι. [2] τὰ μὲν οὖν περὶ τῆς νομοθεσίας ἀνεβάλοντο, προφάσεις εὐλόγους αἰεὶ ποριζόμενοι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς ἐκ τῶν ἰδίων φίλων κατέστησαν, ὥστε τούτους καλεῖσθαι μὲν ἄρχοντας, εἶναι δ᾽ ὑπηρέτας τῶν τριάκοντα. καὶ τὸ μὲν πρῶτον παραδιδόντες κρίσει τοὺς πονηροτάτους τῶν ἐν τῇ πόλει κατεδίκαζον θανάτῳ: καὶ μέχρι τούτου τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν εὐαρέστει τὰ γινόμενα. [3] μετὰ δὲ ταῦτα βουλόμενοι βιαιότερα καὶ παράνομα πράττειν, ᾐτήσαντο παρὰ Λακεδαιμονίων φρουράν, λέγοντες ὅτι τὴν πολιτείαν καταστήσουσιν ἐκείνοις συμφέρουσαν. ᾔδεισαν γὰρ ὅτι φόνους ἐπιτελεῖν οὐκ ἂν δύναιντο χωρὶς ξενικῶν ὅπλων: πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας. [4] Λακεδαιμονίων δὲ πεμψάντων φρουρὰν καὶ τὸν ταύτης ἡγησόμενον Καλλίβιον, τὸν μὲν φρούραρχον ἐξεθεράπευσαν δώροις καὶ τοῖς ἄλλοις φιλανθρώποις οἱ τριάκοντα, τῶν δὲ πλουσίων ἐπιλέγοντες τοὺς ἐπιτηδείους συνελάμβανον ὡς νεωτερίζοντας, καὶ θανάτῳ περιβάλλοντες τὰς οὐσίας ἐδήμευον. [5] τοῦ δὲ Θηραμένους ἐναντιουμένου τοῖς συνάρχουσι, καὶ μετὰ τῶν ἀντεχομένων τῆς σωτηρίας ἀπειλοῦντος ἀμύνεσθαι, συνήγαγον τὴν βουλὴν οἱ τριάκοντα. Κριτίου δὲ προεστῶτος αὐτῶν, καὶ πολλὰ κατηγορήσαντος τοῦ Θηραμένους, ὅτι προδίδωσι τὴν πολιτείαν ταύτην ἧς αὐτὸς ἑκουσίως κοινωνεῖ, παραλαβὼν τὸν λόγον Θηραμένης καὶ περὶ τῶν κατὰ μέρος ἀπολογησάμενος, ἅπασαν ἔσχε τὴν βουλὴν εὔνουν. [6] οἱ δὲ περὶ τὸν Κριτίαν φοβούμενοι τὸν ἄνδρα μήποτε καταλύσῃ τὴν ὀλιγαρχίαν, περιέστησαν στρατιώτας ἔχοντας ἐσπασμένα τὰ ξίφη, καὶ τὸν Θηραμένη συνελάμβανον. [7] δὲ φθάσας ἀνεπήδησε μὲν πρὸς τὴν βουλαίαν Ἑστίαν, ἔφησε δὲ πρὸς τοὺς θεοὺς καταφεύγειν, οὐ σωθήσεσθαι νομίζων, ἀλλὰ σπεύδων τοῖς ἀνελοῦσιν αὐτὸν περιποιήσασθαι τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν. 5. παρελθόντων δὲ τῶν ὑπηρετῶν καὶ ἀποσπώντων αὐτόν, μὲν Θηραμένης ἔφερε γενναίως τὴν ἀτυχίαν, ἅτε καὶ φιλοσοφίας ἐπὶ πλεῖον μετεσχηκὼς παρὰ Σωκράτει, τὸ δὲ λοιπὸν πλῆθος ἠλέει δυστυχοῦντα τὸν Θηραμένη, οὐ μὴν ἐτόλμα βοηθεῖν, περιεστώτων πολλῶν μετὰ ὅπλων. [2] Σωκράτης δὲ φιλόσοφος καὶ δύο τῶν οἰκείων προσδραμόντες ἐνεχείρουν κωλύειν τοὺς ὑπηρέτας. δὲ Θηραμένης ἠξίου μηδὲν τούτων πράττειν: τὴν μὲν γὰρ φιλίαν καὶ τὴν ἀνδρείαν ἔφησεν αὐτῶν ἐπαινεῖν, ἑαυτῷ δὲ μεγίστην συμφορὰν ἔσεσθαι, εἰ τοῖς οὕτως οἰκείως διακειμένοις αἴτιος ἔσται θανάτου. [3] οἱ δὲ περὶ τὸν Σωκράτην, τῶν μὲν ἄλλων οὐδένα βοηθὸν ἔχοντες, τὴν δὲ τῶν ὑπερεχόντων ἀνάτασιν ὁρῶντες αὐξανομένην, ἡσυχίαν ἔσχον. καὶ Θηραμένην μὲν ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες οἷς ἦν προστεταγμένον, διὰ μέσης τῆς ἀγορᾶς εἵλκυσαν ἐπὶ τὸν θάνατον: [4] οἱ δὲ πολλοὶ τὰ τῆς φρουρᾶς ὅπλα καταπεπληγμένοι συνήλγουν τῷ δυστυχοῦντι, καὶ τήν τε ἐκείνου συμφορὰν ἅμα καὶ τὴν περὶ σφᾶς δουλείαν ἐδάκρυον: τῶν γὰρ ταπεινῶν ἕκαστοι τὴν Θηραμένους ἀρετὴν θεωροῦντες οὕτω προπηλακιζομένην, τὴν περὶ αὑτοὺς ἀσθένειαν οὐδενὶ λόγῳ παραναλωθήσεσθαι διειλήφεισαν. [5] μετὰ δὲ τὸν τούτου θάνατον οἱ τριάκοντα τοὺς πλουσίους ἐπιλεγόμενοι, τούτοις ψευδεῖς αἰτίας ἐπερρίπτουν, καὶ φονεύοντες τὰς οὐσίας διήρπαζον. ἀνεῖλον δὲ καὶ Νικήρατον τὸν Νικίου τοῦ στρατηγήσαντος ἐπὶ Συρακοσίους υἱόν, ἄνδρα πρὸς ἅπαντας ἐπιεικῆ καὶ φιλάνθρωπον, πλούτῳ δὲ καὶ δόξῃ σχεδὸν πρῶτον πάντων Ἀθηναίων: [6] διὸ καὶ συνέβη πᾶσαν οἰκίαν συναλγῆσαι τῇ τἀνδρὸς τελευτῇ, τῆς διὰ τὴν ἐπιείκειαν μνήμης προαγούσης εἰς δάκρυα. οὐ μὴν ἔληγόν γε τῆς παρανομίας οἱ τύραννοι, πολὺ δὲ μᾶλλον ἐπίτασιν λαμβανούσης τῆς ἀπονοίας τῶν μὲν ξένων τοὺς πλουσιωτάτους ἑξήκοντα κατέσφαξαν, ὅπως τῶν χρημάτων κυριεύσωσι, τῶν δὲ πολιτῶν καθ᾽ ἡμέραν ἀναιρουμένων οἱ τοῖς βίοις εὐπορούμενοι σχεδὸν ἅπαντες ἔφυγον ἐκ τῆς πόλεως. [7] ἀνεῖλον δὲ καὶ Αὐτόλυκον, ἄνδρα παρρησιαστήν, καὶ καθόλου τοὺς χαριεστάτους ἐπέλεγον. ἐπὶ τοσοῦτο δὲ κατέφθειραν τὴν πόλιν, ὥστε φυγεῖν τοὺς Ἀθηναίους πλείους τῶν ἡμίσεων. 6.

Λακεδαιμόνιοι δὲ ταπεινὴν τὴν πόλιν τῶν Ἀθηναίων ὁρῶντες, οὐδέποτε ἰσχῦσαι βουλόμενοι τοὺς Ἀθηναίους, ἔχαιρον καὶ φανερὰν ἑαυτῶν ἐποίουν τὴν διάθεσιν: ἐψηφίσαντο γὰρ τοὺς Ἀθηναίων φυγάδας ἐξ ἁπάσης τῆς Ἑλλάδος ἀγωγίμους τοῖς τριάκοντα εἶναι, τὸν δὲ κωλύσοντα πέντε ταλάντοις ἔνοχον εἶναι. [2] δεινοῦ δ᾽ ὄντος τοῦ ψηφίσματος, αἱ μὲν ἄλλαι πόλεις καταπεπληγμέναι τὸ βάρος τῶν Σπαρτιατῶν ὑπήκουον, Ἀργεῖοι δὲ πρῶτοι, μισοῦντες μὲν τὴν Λακεδαιμονίων ὠμότητα, κατελεοῦντες δὲ τὰς τύχας τῶν ἀκληρούντων, ὑπεδέχοντο φιλανθρώπως τοὺς φυγάδας. [3] καὶ Θηβαῖοι δὲ ἐψηφίσαντο ὑπάρχειν πρόστιμον τῷ θεασαμένῳ μὲν ἀγόμενον φυγάδα, μὴ βοηθήσαντι δὲ κατὰ τὸ δυνατόν. τὰ μὲν οὖν περὶ Ἀθηναίους ἐν τούτοις ἦν. 7.

κατὰ δὲ τὴν Σικελίαν Διονύσιος τῶν Σικελῶν τύραννος ἐπειδὴ πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, περὶ τὴν ἀσφάλειαν τῆς τυραννίδος διενοεῖτο μᾶλλον γίνεσθαι: ὑπελάμβανε γὰρ τοὺς Συρακοσίους ἀπολελυμένους τοῦ πολέμου σχολὴν ἕξειν εἰς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι. [2] θεωρῶν δὲ τῆς πόλεως τὴν Νῆσον ὀχυρωτάτην οὖσαν καὶ δυναμένην ῥᾳδίως φυλάττεσθαι, ταύτην μὲν διῳκοδόμησεν ἀπὸ τῆς ἄλλης πόλεως τείχει πολυτελεῖ, καὶ πύργους ὑψηλοὺς καὶ πυκνοὺς ἐνῳκοδόμησε, καὶ πρὸ αὐτῆς χρηματιστήρια καὶ στοὰς δυναμένας ὄχλων ἐπιδέχεσθαι πλῆθος. [3] ᾠκοδόμησε δ᾽ ἐν αὐτῇ πολυτελῶς ὠχυρωμένην ἀκρόπολιν πρὸς τὰς αἰφνιδίους καταφυγάς, καὶ συμπεριέλαβε τῷ ταύτης τείχει τὰ πρὸς τῷ μικρῷ λιμένι τῷ Λακκίῳ καλουμένῳ νεώρια: ταῦτα δ᾽ ἑξήκοντα τριήρεις χωροῦντα πύλην εἶχε κλειομένην, δι᾽ ἧς κατὰ μίαν τῶν νεῶν εἰσπλεῖν συνέβαινεν. [4] τῆς δὲ χώρας τὴν μὲν ἀρίστην ἐξελόμενος ἐδωρήσατο τοῖς τε φίλοις καὶ τοῖς ἐφ᾽ ἡγεμονίας τεταγμένοις, τὴν δ᾽ ἄλλην ἐμέρισεν ἐπ᾽ ἴσης ξένῳ τε καὶ πολίτῃ, συμπεριλαβὼν τῷ τῶν πολιτῶν ὀνόματι τοὺς ἠλευθερωμένους δούλους, οὓς ἐκάλει νεοπολίτας. [5] διέδωκε δὲ καὶ τὰς οἰκίας τοῖς ὄχλοις πλὴν τῶν ἐν τῇ Νήσῳ: ταύτας δὲ τοῖς φίλοις καὶ τοῖς μισθοφόροις ἐδωρήσατο. ἐπεὶ δὲ τὰ κατὰ τὴν τυραννίδα καλῶς ἐδόκει διῳκηκέναι, τὴν δύναμιν ἐξήγαγεν ἐπὶ τοὺς Σικελούς, πάντας μὲν σπεύδων τοὺς αὐτονόμους ὑφ᾽ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις. [6] οὗτος μὲν οὖν ἐπὶ τὴν τῶν Ἑρβησσίνων πόλιν στρατεύσας τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. οἱ δὲ συστρατευόμενοι Συρακόσιοι κύριοι τῶν ὅπλων ὄντες συστάσεις ἐποιοῦντο καὶ κατηγόρουν ἀλλήλων, ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου. δὲ καθεσταμένος ὑπὸ τοῦ Διονυσίου τῶν στρατιωτῶν ἡγεμὼν τὸ μὲν πρῶτον ἠπείλησέ τινι τῶν παρρησιαζομένων, ἀντειπόντος δ᾽ ἐκείνου θρασέως ἐπῆλθεν ὡς πατάξων. [

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: