previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[46] τί οὖν, Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος τοῦ Ἀχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ἑλλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν; ἐγὼ γὰρ οὐδ᾽ αὐτοῦ μοι δοκῶ τοῦ Ἀχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι: τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσεν καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσεν, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ οἱ φαυλότατοι, ἀλλ᾽ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος, μὲν ὁπλίτης ἀγαθός, δὲ τοξότης. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, . παράσιτος τοῦ Ἀχιλλέως. καὶ ἀπέθανεν δὲ οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν ^ μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι. καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἵας γενναιότατος Ἕκτωρ καὶ προσπίπτων τὸν Ἀχιλλέα καὶ ἱκετεύων ὅπως νεκρὸς αὐτοῦ τοῖς [p. 296] οἰκείοις ἀποδοθῇ, ἀλλ᾽ οἵας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας; τοιοῦτοι δ᾽ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

Τυχιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: