previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] πάλαι μέν, φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις, ὁπόσοι ὁμιλεῖν αὐτῷ καὶ διὰ χειρὸς ἔχειν [p. 321] ἠξίωσαν: τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν, καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ᾽ ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν. ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι καὶ τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον

ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον,
ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, δόξεις τῷ τοῦ Κορινθίου μύθου ταὐτόν τι πεπονθέναι, κατὰ σαυτοῦ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον: μὰ γὰρ τὸν Δί᾽ οὐχ ὁρῶ τὴν ἀπολογίαν, ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν αὐχένα τῷ ζυγῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: