previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις, ἣν δευτέραν ἐτιθέμην τῇ τάξει, χαρακτῆρα τοιόνδε ἔχει: οὐ ζητεῖ καθ᾽ ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι οὐδὲ [p. 112] ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ τε καὶ ἀσφαλεῖ οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδ᾽ ὅλως τὸ βραδὺ καὶ σταθερὸν τοῦτο φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ τῶν ἑτέρων ὀνομάτων καὶ ὀχεῖσθαι τὴν ἀλληλουχίαν λαμβάνοντα βάσιν ὥσπερ τὰ ῥέοντα καὶ μηδέποτε ἀτρεμοῦντα: συνηλεῖφθαί τε ἀλλήλοις ἀξιοῖ καὶ συνυφάνθαι τὰ μόρια ὡς μιᾶς λέξεως ὄψιν ἀποτελοῦντα εἰς δύναμιν. τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι χρόνον αἰσθητὸν οὐδένα τὸν μεταξὺ τῶν ὀνομάτων περιλαμβάνουσαι: ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὕφεσιν γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις. εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά, τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθεταί που: τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι᾽ εὐλαβείας ἔχει.

οὐ μόνον δὲ τὰ ὀνόματα τοῖς ὀνόμασιν ἐπιτηδείως συνηρμόσθαι βούλεται καὶ συνεξέσθαι, ἀλλὰ καὶ τὰ [p. 113] κῶλα τοῖς κώλοις εὖ συνυφάνθαι καὶ πάντα εἰς περίοδον τελευτᾶν, ὁρίζουσα κώλου τε μῆκος, μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον, οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει: ἀπερίοδον δὲ λέξιν περίοδον ἀκώλιστον κῶλον ἀσύμμετρον οὐκ ἂν ὑπομείνειεν ἐργάσασθαι. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις: καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ταῖς τῶν ὀνομάτων: ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδ᾽ ὅσοις σεμνότης τις βάρος τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. ἵνα δὲ καὶ κοινότερον εἴπω, τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας κατὰ τὰ μέγιστα καὶ κυριώτατα, ὑπὲρ ὧν οὐδὲν δέομαι πάλιν λέγειν.

ἀκόλουθον δ᾽ ἂν εἴη καὶ τοὺς ἐν ταύτῃ [p. 114] πρωτεύσαντας καταριθμήσασθαι. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος, μελοποιῶν δὲ Σαπφὼ καὶ μετ᾽ αὐτὴν Ἀνακρέων τε καὶ Σιμωνίδης, τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης, συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος, ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.


Ποικιλόθρον᾽ ἀθάνατ᾽ Ἀφροδίτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια θῦμον:
ἀλλὰ τύδ᾽ ἔλθ᾽, αἴ ποκα κἀτέρωτα
τᾶς ἔμας αὔδως ἀίοισα πήλυ
ἔκλυες, πάτρος δὲ δόμον λίποισα,
χρύσιον ἦλθες [p. 115]
ἄρμ᾽ ὐπασδεύξαισα. κάλοι δέ σ᾽ ἆγον
ὠκέες στροῦθοι, περὶ γᾶς μελαίνας
πύκνα διννῆντες πτέρ᾽ ἀπ᾽ ὠράνᾤθερος διὰ μέσσω.
αἶψα δ᾽ ἐξίκοντο: τὺ δ᾽, μάκαιρα,
μειδιάσαισ᾽ ἀθανάτω προσώπω
ἤρε᾽, ὄττι δἦν τὸ πέπονθα κὤττι
δηὖτε κάλημι,
κὤττ᾽ ἔμω μάλιστα θέλω γενέσθαι
μαινόλᾳ θύμω: τίνα δηὖτε πείθω
μαῖσ᾽ ἄγην ἐς σὰν φιλότατα; τίς σ᾽,
Ψάπφ᾽, ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει:
αἰ δὲ δῶρα μὴ δέκετ᾽, ἀλλὰ δώσει:
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα. [p. 116]
ἔλθέ μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον
ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι
θῦμος ἰμάρρει, τέλεσον, σὺ δ᾽ αὔτα
σύμμαχος ἔσσο.
ταύτης τῆς λέξεως εὐέπεια καὶ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν: παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων: τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις τε καὶ ἡμιφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαί τε καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα: ἡμιφώνων δὲ πρὸς ἡμίφωνα ἄφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις αἱ διασαλεύουσαι τοὺς ἤχους ὀλίγαι πάνυ ἔνεισιν: ἐγὼ γοῦν ὅλην τὴν ᾠδὴν ἀνασκοπούμενος πέντε ἓξ ἴσως ἐν τοῖς τοσούτοις ὀνόμασι καὶ ῥήμασι καὶ τοῖς ἄλλοις μορίοις ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων συμπλοκὰς τῶν μὴ πεφυκότων ἀλλήλοις κεράννυσθαι καὶ οὐδὲ ταύτας ἐπὶ πολὺ τραχυνούσας τὴν εὐέπειαν εὑρίσκω, φωνηέντων δὲ [p. 117] παραθέσεις τὰς μὲν ἐν τοῖς κώλοις αὐτοῖς γινομένας ἔτι ἐλάττους τοσαύτας, τὰς δὲ συναπτούσας ἀλλήλοις τὰ κῶλα ὀλίγῳ τινὶ τούτων πλείονας. εἰκότως δὴ γέγονεν εὔρους τις λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

ἔλεγον δ᾽ ἂν καὶ τὰ λοιπὰ τῆς συνθέσεως ταύτης ἰδιώματα καὶ ἀπεδείκνυον ἐπὶ τῶν παραδειγμάτων τοιαῦτα ὄντα οἷα ἐγώ φημι, εἰ μὴ μακρὸς ἔμελλεν λόγος γενήσεσθαι καὶ ταυτολογίας τινὰ παρέξειν δόξαν. ἐξέσται γὰρ σοὶ καὶ παντὶ ἄλλῳ καθ᾽ ἓν ἕκαστον τῶν ἐξηριθμημένων ὑπ᾽ ἐμοῦ κατὰ τὴν προέκθεσιν τοῦ χαρακτῆρος ἐπιλέγεσθαί τε καὶ σκοπεῖν ἐπὶ τῶν παραδειγμάτων κατὰ πολλὴν εὐκαιρίαν καὶ σχολήν: ἐμοὶ δ᾽ οὐκ ἐγχωρεῖ τοῦτο ποιεῖν ἀλλ᾽ ἀπόχρη παραδεῖξαι μόνον ἀρκούντως βούλομαι τοῖς δυνησομένοις παρακολουθῆσαι.

ἑνὸς ἔτι παραθήσομαι λέξιν ἀνδρὸς εἰς τὸν αὐτὸν κατεσκευασμένου χαρακτῆρα, Ἰσοκράτους τοῦ ῥήτορος, ὃν ἐγὼ μάλιστα πάντων οἴομαι τῶν πεζῇ λέξει χρησαμένων ταύτην ἀκριβοῦν τὴν ἁρμονίαν. ἔστι δὲ λέξις ἐκ τοῦ Ἀρεοπαγιτικοῦ ἥδε:

πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε [p. 118] γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ᾽ οὐ πλείους μὲν τριήρεις διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ᾽ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ᾽ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν: ἐγὼ δὲ δι᾽ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ᾽ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ [p. 119] τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν: ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.

ταῦθ᾽ ὅτι συνήλειπταί τε καὶ συγκέχρωσται, καὶ οὐ καθ᾽ ἓν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ᾽ ἀλλήλων, ἀλλ᾽ ἐν κινήσει τε ὄντα φαίνεται καὶ φορᾷ καὶ ῥύσει συνεχεῖ, πραεῖαί τε αὐτῶν εἰσι καὶ μαλακαὶ καὶ προπετεῖς αἱ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δ᾽ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια τὰ προειρημένα ὑπ᾽ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἰδεῖν. φωνηέντων μὲν γὰρ ἀντιτυπίαν οὐκ ἂν εὕροι τις οὐδεμίαν ἐν γοῦν οἷς παρεθέμην ἀριθμοῖς, οἴομαι δ᾽ οὐδ᾽ ἐν ὅλῳ τῷ λόγῳ, πλὴν εἴ τί με διαλέληθεν: ἡμιφώνων δὲ καὶ ἀφώνων ὀλίγας καὶ οὐ σφόδρα ἐκφανεῖς οὐδὲ συνεχεῖς. ταῦτά [p. 120] τε δὴ τῆς εὐεπείας αἴτια τῇ λέξει γέγονε καὶ τῶν κώλων συμμετρία πρὸς ἄλληλα, τῶν τε περιόδων κύκλος ἔχων τι περιφερὲς καὶ εὔγραμμον καὶ τεταμιευμένον ἄκρως ταῖς συμμετρίαις. ὑπὲρ ἅπαντα δὲ ταῦτα οἱ σχηματισμοὶ πολὺ τὸ νεαρὸν ἔχοντες: εἰσὶ γὰρ ἀντίθετοι καὶ παρόμοιοι καὶ πάρισοι καὶ οἱ παραπλήσιοι τούτοις, ἐξ ὧν πανηγυρικὴ διάλεκτος ἀποτελεῖται. οὐκ ἀναγκαῖον εἶναι δοκῶ μηκύνειν καὶ τὰ λοιπὰ διεξιών: ἱκανῶς γὰρ εἴρηται καὶ περὶ ταύτης τῆς συνθέσεως ὅσα γε ἥρμοττεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: