previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐὰν μὲν ὑπὸ δύσιν τις τῶν κατὰ δύο καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τι σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται. ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ̓ αὐτὸν αἰτίας συγγεγενημένον.


Περὶ χρόνων ζωῆς Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γέλοιόν ἐστι τὰ καθ̓ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρμόζειν τῷ μηδ̓ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι. θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ̓ ἀπολελυμένως, ἀλλ̓ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ̓ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐξ αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως. [p. 272] Τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρίαν τῆς

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: