previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, [2] καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. ‘ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, καὶ μισουμένη τὸν μισοῦντα φιλῶ [p. 152] καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει. [3] ζεῦγος κατ̓ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον: ἐγὼ δὲ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων [4] κατ̓ ἐμαυτῆς φάρμακον.’ Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος: δὲ ἐτραγῴδει πάλινοἴμοι δειλαία τῶν κακῶν: καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν, [5] ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, [6] τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε: ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα; [7] καὶ λῃστῶν ἀγριώτερε: δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν οὕτως ἀνέστης ὡς ἄλλη γυνή. [8] Τίς αὕτη τῶν γάμων σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ̓ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ̓ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε [p. 153] καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν: οὕτω σε ἀμύναιτο Ἔρως εἰς τὰ σά.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: