previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δ̓ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς συνήθης εἰσέρχεται: μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ. [2] Καὶἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸνἐκτρέχει τε ἐπ̓ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος νεώς, [3] ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. Εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν δίκη, πλὴν εἰ μὴ [p. 186] δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. Ταύτῃ δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ: καὶ εἰ μὲν δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς: εἰ δὲ ἔδοξεν θεράπαινα δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ. [4] Ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια παρελθόντος, ὡς ἂν ἐπισχοίη τὰς δίκας, εἰς τὸ ἱερὸν Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: