previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πολυνείκης

εἶμι, μὴ πόνει: σὲ δ᾽ αἰνῶ, μῆτερ.

Ἐτεοκλῆς
ἔξιθι χθονός.

Πολυνείκης

615ἔξιμεν: πατέρα δέ μοι δὸς εἰσιδεῖν.

Ἐτεοκλῆς
οὐκ ἂν τύχοις.

Πολυνείκης

ἀλλὰ παρθένους ἀδελφάς.

Ἐτεοκλῆς
οὐδὲ τάσδ᾽ ὄψῃ ποτέ.

Πολυνείκης

κασίγνηται.

Ἐτεοκλῆς
τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;

Πολυνείκης

μῆτερ, ἀλλά μοι σὺ χαῖρε.

Ἰοκάστη
χαρτὰ γοῦν πάσχω, τέκνον.

Πολυνείκης

οὐκέτ᾽ εἰμὶ παῖς σός.

Ἰοκάστη
ἐς πόλλ᾽ ἀθλία πέφυκ᾽ ἐγώ.

Πολυνείκης

620ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.

Ἐτεοκλῆς
καὶ γὰρ ἀνθυβρίζομαι.

Πολυνείκης

ποῦ ποτε στήσῃ πρὸ πύργων;

Ἐτεοκλῆς
ὡς τί μ᾽ ἱστορεῖς τόδε;

Πολυνείκης

ἀντιτάξομαι κτενῶν σε.

Ἐτεοκλῆς
κἀμὲ τοῦδ᾽ ἔρως ἔχει.

Ἰοκάστη

τάλαιν᾽ ἐγώ: τί δράσετ᾽, τέκνα;

Πολυνείκης
αὐτὸ σημανεῖ.

Ἰοκάστη

πατρὸς οὐ φεύξεσθ᾽ Ἐρινῦς;

Ἐτεοκλῆς
ἐρρέτω πρόπας δόμος.

Πολυνείκης

625ὡς τάχ᾽ οὐκέθ᾽ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
δοῦλος ὥς, ἀλλ᾽ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς:
κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δ᾽ αἰτιῶ:
630οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ᾽ ἐξελαύνομαι χθονός.
καὶ σύ, Φοῖβ᾽ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
ἥλικές θ᾽ οὑμοί, θεῶν τε δεξίμηλ᾽ ἀγάλματα.
οὐ γὰρ οἶδ᾽ εἴ μοι προσειπεῖν αὖθις ἔσθ᾽ ὑμᾶς ποτε:
ἐλπίδες δ᾽ οὔπω καθεύδουσ᾽, αἷς πέποιθα σὺν θεοῖς
635τόνδ᾽ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.

Ἐτεοκλῆς

ἔξιθ᾽ ἐκ χώρας: ἀληθῶς δ᾽ ὄνομα Πολυνείκη πατὴρ
ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: