This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[77]
ἐνίκησεν μὲν τοίνυν Λακεδαιμονίους ναυμαχίᾳ καὶ πεντήκοντα μιᾶς δεούσας ἔλαβ᾽ αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τούτων τὰς πολλὰς καὶ παρέδωκεν ὑμῖν καὶ φιλίας ἐποίησεν ἐχθρῶς ἐχούσας πρότερον, τρισχίλια δ᾽ αἰχμάλωτα σώματα δεῦρ᾽ ἤγαγεν, καὶ πλεῖν ἢ δέκα καὶ ἑκατὸν τάλαντ᾽ ἀπέφην᾽ ἀπὸ τῶν πολεμίων. καὶ τούτων πάντων ὑμῶν τινὲς οἱ πρεσβύτατοι μάρτυρές εἰσί μοι. πρὸς δὲ τούτοις ἄλλας τριήρεις πλεῖν ἢ εἴκοσιν εἷλε, κατὰ μίαν καὶ δύο λαμβάνων, ἃς ἁπάσας εἰς τοὺς ὑμετέρους λιμένας κατήγαγεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.