This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[120]
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον δ᾽ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτ᾽ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δ᾽ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικ᾽, ἀδικῶ: ἂν δ᾽ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μ᾽ ἀνηρπάσθαι. ἐγὼ δ᾽ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δ᾽ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν: οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.