This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[526ξ]
καὶ μήν, ὡς ἐγᾦμαι, ἅ γε μείζω πόνον παρέχει μανθάνοντι καὶ μελετῶντι, οὐκ ἂν ῥᾳδίως οὐδὲ πολλὰ ἂν εὕροις ὡς τοῦτο.οὐ γὰρ οὖν.πάντων δὴ ἕνεκα τούτων οὐκ ἀφετέον τὸ μάθημα, ἀλλ᾽ οἱ ἄριστοι τὰς φύσεις παιδευτέοι ἐν αὐτῷ.σύμφημι, ἦ δ᾽ ὅς.τοῦτο μὲν τοίνυν, εἶπον, ἓν ἡμῖν κείσθω: δεύτερον δὲ τὸ ἐχόμενον τούτου σκεψώμεθα ἆρά τι προσήκει ἡμῖν.τὸ ποῖον; ἢ γεωμετρίαν, ἔφη, λέγεις;αὐτὸ τοῦτο, ἦν δ᾽ ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.