[3]
Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων
σωτήριον: οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον
ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ
ὑπισχνούμενον, οὔτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα
χρήσιμον μὴ παραδέχεσθαι: προσέτι γὰρ καὶ ζηλότυπός
ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν: νῦν δὲ
τί οὐκ ἂν ἐκεῖνος ποιήσειεν;
[p. 254]
Δορκάς
ἀλλὰ καὶ προσέρχεται.
Παννυχίς
Ἐκλύομαι, ὦ Δορκάς, ὑπὸ τῆς ἀπορίας καὶ τρέμω.
Δορκάς
ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
Παννυχίς
τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;
Φιλόστρατος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.