Ode 11
Ἀλεχιδάμῳ Μεταποντινῷ
Παιδί ΠαλαιστῇΠύθια
Νίκα [γλυκύδωρε, μεγίστανσοὶ πατ[ὴρ ὤπασσε τιμὰν
ὑψίζυγ[ος Οὐρανιδᾶν
ἐν πολυχρύσῳ δ᾽ Ὀλύμπῳ
5Ζηνὶ παρισταμένα
κρίνεις τέλος ἀθανάτοι-
σίν τε καὶ θνατοῖς ἀρετᾶς.
ἔλλαθι, [βαθυ]πλοκάμου
κούρα [Στυγὸς ὀρ]θοδίκου: σέθεν δ᾽ ἕκατι
10καὶ νῦν Μεταπόντιον εὐ-
γυίων [κατέχ]ουσι νέων
κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ:
ὑμνεῦσι δὲ Πυθιόνικον
παῖδα θαητὸν Φαΐσκου.
15ἵλεῳ νιν ὁ Δαλογενὴς υἱ-
ὸς βαθυζώνοιο Λατοῦς
δέκτο βλεφάρῳ: πολέες
δ᾽ ἀμφ᾽ Ἀλεξίδαμον ἀνθέων
ἐν πεδίῳ στέφανοι
20Κίρρας ἔπεσον κρατερᾶς
ἦρα παννίκοιο πάλας:
οὐκ εἶδέ νιν ἀέλιος
κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
φάσω δὲ καὶ ἐν ζαθέοις
25ἁγνοῦ Πέλοπος δαπέδοις
Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον
εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
παγξένῳ χαίταν ἐλαίᾳ
γλαυκᾷ στεφανωσάμενον
30πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θ᾽ ἱκέσθαι.
[οὔ τι δόλος κακόφρων]
1 παῖδ᾽ ἐν χθονὶ καλλιχόρῳ
ποικίλαις τέχναις πέλασσεν:
ἀλλ᾽ ἢ θεὸς αἴτιος, ἢ
35γνῶμαι πολύπλαγκτοι βροτῶν
ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
νῦν δ᾽ Ἄρτεμις ἀγροτέρα
χρυσαλάκατος λιπαρὰν
ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
40τᾷ ποτ᾽ Ἀβαντιάδας
βωμὸν κατένασσε πολύλ-
λιστον εὔπεπλοί τε κοῦραι:
τὰς ἐξ ἐρατῶν ἐφόβησεν
παγκρατὴς Ἥρα μελάθρων
45Προίτου, παραπλῆγι φρένας
καρτερᾷ ζεύξασ᾽ ἀνάγκᾳ:
παρθενίᾳ γὰρ ἔτι
ψυχᾷ κίον ἐς τέμενος
πορφυροζώνοιο θεᾶς:
50φάσκον δὲ πολὺ σφέτερον
πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
σεμνοῦ Διὸς εὐρυβία.
ταῖσιν δὲ χολωσαμένα
στήθεσσι παλίντροπον ἔμβαλεν νόημα:
55φεῦγον δ᾽ ὄρος ἐς τανίφυλλον,
σμερδαλέαν φωνὰν ἱεῖσαι,
Τιρύνθιον ἄστυ λιποῦσαι
καὶ θεοδμάτους ἀγυιάς,
ἤδη γὰρ ἔτος δέκατον
60θεοφιλὲς λιπόντες Ἄργος
ναῖον ἀδεισιβόαι
χαλκάσπιδες ἡμίθεοι
σὺν πολυζήλῳ βασιλεῖ.
νεῖκος γὰρ ἀμαιμάκετον
65βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ᾽ ἀρχᾶς
2 Προίτῳ τε καὶ Ἀκρισίῳ:
λαούς τε διχοστασίαις
ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
λίσσοντο δὲ παῖδας Ἄβαντος
70γᾶν πολύκριθον λαχόντας
Τίρυνθα τὸν ὁπλότερον
κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν:
Ζεύς τ᾽ ἔθελεν Κρονίδας,
τιμῶν Δαναοῦ γενεὰν
75καὶ διωξίπποιο Λυγκέος,
παῦσαι στυγερῶν ἀχέων.
τεῖχος δὲ Κύκλωπες κάμον
ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
κάλλιστον, ἵν᾽ ἀντίθεοι
80ναῖον κλυτὸν ἱππόβοτον
Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
ἔνθεν ἀπεσσύμεναι
Προίτου κυανοπλόκαμοι
φεῦγον ἄδματοι θύγατρες,
85τὸν δ᾽ εἷλεν ἄχος κραδίαν, ξεί-
να τέ νιν πλᾶξεν μέριμνα:
δοίαξε δὲ φάσγανον ἄμ-
φακες ἐν στέρνοισι πᾶξαι.
ἀλλά νιν αἰχμοφόροι
90μύθοισί τε μειλιχίοις
καὶ βίᾳ χειρῶν κάτεχον.
τρισκαίδεκα μὲν τελέους
μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
φεῦγόν τε κατ᾽ Ἀρκαδίαν
95μηλοτρόφον: ἀλλ᾽ ὅτε δὴ
Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
ἔνθεν χρόα νιψάμενος φοι-
νικο[κραδέμνοι]ο Λατοῦς
κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
3 100χεῖρας ἀντείνων πρὸς αὐγὰς
ἱππώκεος ἀελίου,
τέκνα δυστάνοιο λύσσας
πάρφρονος ἐξαγαγεῖν:
θύσω δέ τοι εἴκοσι βοῦς
105ἄζυγας φοινικότριχας.
τοῦ δ᾽ ἔκλυ᾽ ἀριστοπάτρα
θηροσκόπος εὐχομένου: πιθοῦσα δ᾽ Ἥραν
παῦσεν καλυκοστεφάνους
κούρας μανιᾶν ἀθέων:
110ταὶ δ᾽ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
χραῖνόν τέ μιν αἵματι μήλων
καὶ χοροὺς ἵσταν γυναικῶν.
ἔνθεν καὶ ἀρηϊφίλοις
ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τ᾽ Ἀχαιοῖς
115ἕσπεο, σὺν δὲ τύχᾳ
ναίεις Μεταπόντιον, ὦ
χρυσέα δέσποινα λαῶν:
ἄλσος τέ τοι ἱμερόεν
Κάσαν παρ᾽ εὔυδρον πρὸ να-
120οῖ᾽ ἑσσαμένων, Πριάμοι᾽ ἐπεὶ χρόνῳ
βουλαῖσι θεῶν μακάρων
πέρσαν πόλιν εὐκτιμέναν
χαλκοθωράκων μετ᾽ Ἀτρειδᾶν. δικαίας
ὅστις ἔχει φρένας, εὑ-
125ρήσει σὺν ἅπαντι χρόνῳ
μυρίας ἀλκὰς Ἀχαιῶν.