ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
τὠραμένωι: ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ:
αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε:
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό̂νον ἐς τὰ πονηρά
τὠγαθόν: ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθ᾽ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα
τοῦτ᾽ εἶπαι 'κείρευ τὰ πτερὰ παιδάριον,
οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμεσ᾽: αἱ γὰρ ἐπωιδαί
10 οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.