This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἕως τοίνυν ὁ Ἐράτων ἔζη, τούς τε τόκους ἀπελαμβάνομεν1 καὶ τἆλλα τὰ συγκείμενα: ἐπειδὴ δὲ ἐτελεύτησε καταλιπὼν ὑοὺς τρεῖς, Ἐρασιφῶντα καὶ Ἐράτωνα καὶ Ἐρασίστρατον, οὗτοι οὐδὲν ἔτι ἡμῖν τῶν δικαίων ἐποίουν. ἐν μὲν οὖν τῷ πολέμῳ, διότι οὐκ ἦσαν δίκαι, οὐ δυνατοὶ ἦμεν παρ᾽ αὐτῶν ἃ ὤφειλον πράξασθαι: ἐπειδὴ δὲ εἰρήνη ἐγένετο, ὅτε περ πρῶτον αἱ ἀστικαὶ δίκαι ἐδικάζοντο, λαχὼν ὁ πατὴρ παντὸς τοῦ συμβολαίου Ἐρασιστράτῳ, ὅσπερ μόνος τῶν ἀδελφῶν ἐπεδήμει, κατεδικάσατο ἐπὶ Ξεναινέτου ἄρχοντος. μάρτυρας δὲ καὶ τούτων παρέξομαι ὑμῖν. καί μοι κάλει μάρτυρας. “Μάρτυρες”
1 ἀπελαμβάνομεν Hertlein: ἀπελάμβανον ἐγὼ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.