This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
τῶν μὲν μαρτύρων
ἀκηκόατε, ὦ ἄνδρες: ἄξιον δ᾽ ἐστὶν ἐφ᾽ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ
μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ
χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα, ἃ τοῖς ὑμετέροις
νομίμοις καὶ πατρίοις1 ἔθεσιν οἱ
πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ
ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς,
ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ ἐκλείποντα2 τοὺς νεὼς καὶ τὴν χώραν ἣν κατεῖχεν,3 ἠξίωσε, καὶ ἱδρῦσθαι4 ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι
ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς κατὰ τὴν Μεγαρέων πόλιν
εἰθισμένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.