Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[144]
ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ
πατρίδι ἐνόμισεν εἶναι. ποία δ᾽ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον
ἡ τῶν πρεσβυτέρων; ἀλλ᾽ οὐδὲ γηροτροφηθῆναι οὐδ᾽ ἐν ἐλευθέρῳ
τῷ1 ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθ᾽ αὑτὸν
μέρος παρέδωκεν. ἀλλ᾽ ἡ τῶν νεωτέρων; καὶ τίς ἂν2
ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷ3 συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν
μετασχόντων, σώσειε τὸν τὰς ἐκείνων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ
τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιαν4 καταγνοίη, τὸν δ᾽ ἐγκαταλιπόντα5 τὴν πατρίδα ὡς εὖ
φρονοῦντα ἀθῷον ἀφείη;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.