This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
ἥξει δ᾽ ἴσως ἐπ᾽
ἐκεῖνον τὸν λόγον φερόμενος, ὃν αὐτῷ συμβεβουλεύκασί τινες τῶν συνηγόρων,
ὡς οὐκ ἔνοχός ἐστι τῇ προδοσίᾳ: οὔτε γὰρ νεωρίων κύριος οὔτε πυλῶν
οὔτε στρατοπέδων οὔθ᾽ ὅλως τῶν τῆς πόλεως οὐδενός. ἐγὼ δ᾽ ἡγοῦμαι τοὺς
μὲν τούτων κυρίους μέρος ἄν τι προδοῦναι τῆς ὑμετέρας δυνάμεως, τουτονὶ δ᾽
ὅλην ἔκδοτον ποιῆσαι τὴν πόλιν. ἔτι δ᾽ οἱ μὲν τοὺς ζῶντας μόνον ἀδικοῦσι
προδιδόντες, οὗτος δὲ καὶ τοὺς τετελευτηκότας καὶ τὰ ἐν τῇ χώρᾳ
ἱερά,1 τῶν πατρῴων νομίμων ἀποστερῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.