This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἅπαντας μὲν οὖν χρὴ νομίζειν μεγάλους εἶναι
τοὺς δημοσίους1 ἀγῶνας,
μάλιστα δὲ τοῦτον ὑπὲρ οὗ νῦν μέλλετε τὴν ψῆφον φέρειν. ὅταν μὲν γὰρ τὰς
τῶν παρανόμων γραφὰς δικάζητε, τοῦτο μόνον ἐπανορθοῦτε καὶ ταύτην τὴν πρᾶξιν
κωλύετε, καθ᾽ ὅσον ἂν τὸ ψήφισμα μέλλῃ βλάπτειν τὴν πόλιν: ὁ δὲ νῦν
ἐνεστηκὼς ἀγὼν οὐ μικρόν τι μέρος συνέχει τῶν τῆς πόλεως οὐδ᾽ ἐπ᾽ ὀλίγον
χρόνον, ἀλλ᾽ ὑπὲρ ὅλης τῆς πατρίδος καὶ κατὰ παντὸς τοῦ αἰῶνος ἀείμνηστον
καταλείψει τοῖς ἐπιγιγνομένοις2 τὴν κρίσιν.
1 δημοσίους Taylor: δημίους codd.
2 καταλείψει τοῖς ἐπιγιγνομένοις Α: τοῖς ἐπιγιγνομένοις καταλείψειν Ν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.