previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα δι᾽ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι. [2] ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δ᾽ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων [p. 308] οὐδεμίαν μοῖραν εἰς τὸ δημόσιον ἀνήνεγκεν, ἀλλ᾽ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο: καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον. δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο: καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν. [3] ταῦτ᾽ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν. ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δ᾽ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: