[4] ὡς δὲ μετῆγε τοῦ λεὼ τὴν πλείω μοῖραν εἰς τὴν Ἀσίαν τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν: τὰ δὲ Παλλάδια καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετ᾽ αὐτοῦ. διαμαντευόμενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε τὸν χρησμὸν λαβεῖν:
εἰς πόλιν ἣν κτίζῃσθα θεοῖς σέβας ἄφθιτον αἰεὶ
θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε.
ἔστ᾽ ἂν γὰρ τάδε σεμνὰ καθ᾽ ὑμετέρην χθόνα μίμνῃ [p. 111]
δῶρα Διὸς κούρης ἀλόχῳ σέθεν, ἡ δὲ πόλις σοι
ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.