previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. ἐγεγόνει; τί δ᾽ ὅτι καὶ τότε μεθύων 1 τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπ᾽ αὐτοῦ τοῦ [2] βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δ᾽ ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει; [3] τί δ᾽ ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδεσθείς, ἀλλ᾽ ἐφ᾽ οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθ᾽ ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπ᾽ ἐκεῖνα καὶ ἐπ᾽ ἄλλα πολλὰ ἐπεπήδησεν ὡς μηδεμίαν αὐτῶν τιμὴν [4] ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη: οὕτως αὐτοῦ καὶ Καῖσαρ κατέγνω: καὶ πάνθ᾽ ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ Χάρυβδις.

1 mequ/wn Rk., meq' u(mw=n LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: