previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1.1] ἐς ἀγαθόν τι ἀπέβη: λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πενθερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι.” Xiph. 258, 9-259, 10 R. St.ὅτι Μάρτιος Βῆρος τὸν Θουκυδίδην ἐκπέμπει καταγαγεῖν Σόαιμον 1 εἰς Ἀρμενίαν: ὃς δέει τῶν ὅπλων καὶ τῇ οἰκείᾳ περὶ πάντα τὰ προσπίπτοντα εὐβουλίᾳ τοῦ πρόσω εἴχετο ἐρρωμένως. ἦν δὲ ἱκανὸς Μάρτιος οὐ μόνον ὅπλοις βιάσασθαι τοὺς ἀντιπολέμους ὀξύτητι προλαβεῖν ἀπάτῃ κατασοφίσασθαι, ἥπερ ἐστὶ στρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ πεῖσαι καὶ δωρεαῖς μεγαλόφροσιν οἰκειώσασθαι καὶ ἐλπίδι ἀγαθῇ δελεάσαι. χάρις τε ἦν ἐπὶ πᾶσι τοῖς πρασσομένοις ὑπ᾽ αὐτοῦ καὶ λεγομένοις, τὸ μὲν ἀγανακτοῦν ἑκάστου καὶ τὸ θυμούμενον παραμυθουμένη, τὸ δὲ ἔλπιζον ἔτι μᾶλλον αὔξουσα. κολακείας τε καὶ 2 [p. 6] δώρων καὶ τῆς παρὰ τραπέζαις δεξιώσεως καιρὸν ᾔδει. οἷς προσὸν τὸ πρὸς τὰς πράξεις σύντονον καὶ τὸ πρὸς τοὺς ἐχθροὺς σὺν ὀξύτητι δραστήριον, αἱρετώτερον ἐδείκνυε τοῖς βαρβάροις εἶναι τῆς φιλίας αὐτοῦ μᾶλλον τῆς ἔχθρας ἀντιποιεῖσθαι. ἀφικόμενος οὖν εἰς τὴν Καινὴν πόλιν, ἣν φρουρὰ Ῥωμαίων κατεῖχεν ἐκ Πρίσκου καταστᾶσα, νεωτερίζειν πειρωμένους λόγῳ τε καὶ ἔργῳ σωφρονίσας, ἀπέφηνε πρώτην εἶναι τῆς Ἀρμενίας.” Suidas s. v. *ma/rtios.ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν ὂν καὶ 3 ἀσκούμενον ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ τρόπος ῾οὐ γὰρ δὴ πάντας εἰκὸς 4 εἰδέναἰ τοιόσδε. πλατεῖαι μέν εἰσιν αἱ νῆες δι᾽ ὧν ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν εἰς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον, καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυραν: ἀφ᾽ οὗ δεθεῖσα ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται, καὶ 5 σανίσι καὶ ζεύγμασιν, ἅπερ ἄφθονα αὐτοῖς ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβάσεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ᾽ ἐκείνης, καὶ ἄλλην ἀπ᾽ ἐκείνης, ἔστ᾽ ἂν ἐπὶ τὴν ἀντιπέραν ὄχθην ἐλάσωσι τὸ [p. 8] ζεῦγμα. δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ᾽ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας, Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τῶν βαρβάρων τῶν πρώτων ἐφεστηκότων οἱ 6 ἕτεροι εἶκον. 7Suidas s. v. zeu=gma.[p. 10]

1 *so/aimon Val., su/aimoi MSS.

2 kai\ supplied by Bk.

3 o)\n kai\ supplied by Val. (after stratiw/tais' and Bs.

4 ei)ko\s supplied by Bernhardy.

5 kai\ supplied by Bs.

6 oi( supplied by Rk.

7 ei)=kon Val., h(=kon MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: