previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30.

χρήματα μὲν δὴ καὶ πάνυ πολλὰ ἐκ τούτων ὑπάρξειεν ἄν: τὰ δὲ δὴ λοιπὰ τόνδε τὸν τρόπον διοικεῖν σοι παραινῶ. τὸ μὲν ἄστυ τοῦτο καὶ κατακόσμει πάσῃ πολυτελείᾳ καὶ ἐπιλάμπρυνε παντὶ εἴδει πανηγύρεων: προσήκει τε γὰρ ἡμᾶς πολλῶν ἄρχοντας ἐν πᾶσι πάντων ὑπερέχειν, καὶ φέρει πως καὶ τὰ τοιαῦτα πρός τε τοὺς συμμάχους αἰδῶ καὶ πρὸς τοὺς πολεμίους κατάπληξιν. [2] τὰ δὲ δὴ τῶν ἄλλων ὧδε δίεπε. πρῶτον μὲν οἱ δῆμοι μήτε κύριοί τινος ἔστωσαν μήτε ἐς ἐκκλησίαν τὸ παράπαν φοιτάτωσαν: οὔτε γὰρ ἀγαθὸν 1 οὐδὲν φρονήσειαν ἂν καὶ συχνὰ ἂν ἀεὶ 2 ταράξειαν. ὅθεν οὐδὲ τὸν παρ᾽ ἡμῖν δῆμον οὔτε 3 ἐς δικαστήριον οὔτε ἐς ἀρχαιρεσίας, οὔτε ἐς ἄλλον τινὰ τοιοῦτον σύλλογον ἐν τι καὶ χρηματισθῆναι [p. 152] [3] δεῖ, συνιέναι φημὶ χρῆναι. ἔπειτα δὲ μήτ᾽ οἰκοδομημάτων πλήθεσιν καὶ 4 μεγέθεσιν ὑπὲρ τἀναγκαῖα χρήσθωσαν, μήτ᾽ ἀγώνων πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσθωσαν, ἵνα μήτε σπουδαῖς ματαίαις ἐκτρύχωνται μήτε φιλοτιμίαις [4] ἀλόγοις πολεμῶνται. ἐχέτωσαν μὲν γὰρ καὶ πανηγύρεις καὶ θεωρίας τινάς, χωρὶς τῆς ἱπποδρομίας τῆς παρ᾽ ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ τὸ δημόσιον καὶ τοὺς ἰδίους οἴκους λυμαίνεσθαι, ξένον τέ τινα ἀναγκάζεσθαι παρ᾽ αὐτοῖς καὶ ὁτιοῦν ἀναλίσκειν, καὶ σίτησιν ἀθάνατον πᾶσιν ἁπλῶς τοῖς ἀγῶνά τινα νικήσασι δίδοσθαι. [5] τούς τε γὰρ εὐπόρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς ἀπόχρη τὰ ἆθλα τὰ παρ᾽ ἑκάστοις τιθέμενα, χωρὶς εἴ τις αὐτῶν Ὀλύμπια [6] Πύθια τινα ἐνταῦθα ἀγῶνα ἀνέλοιτο: 5 τοὺς γὰρ τοιούτους μόνους σιτεῖσθαι δεῖ, ἵνα μήτε αἱ πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονίκων ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἑαυτῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν τούτων [7] ταῦτα γιγνώσκω, τὰς δ᾽ ἱπποδρομίας τὰς ἄνευ τῶν γυμνικῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρήματα παμπληθῆ εἰκῇ παραπολλύηται μήθ᾽ [p. 154] οἱ ἄνθρωποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵν᾽ οἱ στρατευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφθόνως [8] χρῆσθαι ἔχωσι. τοῦτο μὲν δὴ διὰ ταῦτ᾽ ἀπαγορεύω παντάπασι μηδαμόθι ἄλλοθι πλὴν ἐνταῦθα γίγνεσθαι, τὰ δὲ δὴ λοιπὰ ἐμετρίασα, ἵν᾽ εὐδαπάνους τὰς ἀπολαύσεις καὶ τῶν θεωρημάτων καὶ τῶν ἀκουσμάτων ὡς ἕκαστοι ποιούμενοι καὶ σωφρονέστερον καὶ ἀστασιαστότερον διάγωσι. [9]

μήτε δὲ νομίσματα καὶ σταθμὰ μέτρα ἰδίᾳ τις αὐτῶν ἐχέτω, ἀλλὰ τοῖς ἡμετέροις καὶ ἐκεῖνοι πάντες χρήσθωσαν: μήτε πρεσβείαν τινὰ πρὸς σέ, πλὴν εἰ πρᾶγμά τι διαγνώσεως ἐχόμενον εἴη, πεμπέτωσαν, ἀλλὰ τῷ τε ἄρχοντί σφων δηλούτωσαν ὅσα βούλονται, καὶ δι᾽ ἐκείνου 6 σοι 7 τὰς ἀξιώσεις, ὅσας ἂν δοκιμάσῃ, προσφερέτωσαν. [10] οὕτω γὰρ οὔτ᾽ ἀναλώσουσί τι οὔτ᾽ αἰσχρῶς διαπράξονται, ἀλλ᾽ ἀκεραίους τὰς ἀποκρίσεις ἄνευ δαπάνης καὶ πραγματείας τινὸς λήψονται.

1 a)gaqo\n M, om. V.

2 a)ei\ M, om. V.

3 ou)/te R. Steph., ou)de\ *wM.

4 kai\ M, om. V.

5 a)ne/loito Rk., a)\n e)/loito *w, a)\n e(/loito M.

6 e)kei/nou M, e)kei/nous V.

7 soi *w, sou M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: