previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. τότε δὲ καὶ Καινὶς τοῦ Οὐεσπασιανοῦ παλλακὴ μετήλλαξεν. ἐμνημόνευσα δὲ αὐτῆς ὅτι τε πιστοτάτη ἦν καὶ ὅτι μνήμης ἄριστα ἐπεφύκει. πρὸς γοῦν τὴν δέσποιναν τὴν Ἀντωνίαν 1 τὴν τοῦ Κλαυδίου μητέρα, κρύφα τι δι᾽ αὐτῆς τῷ Τιβερίῳ [2] περὶ τοῦ Σεϊανοῦ 2 γράψασαν, καὶ αὐτὸ ἀπαλειφθῆναι εὐθύς, ὅπως μηδεὶς αὐτοῦ ἔλεγχος ὑπολειφθῇ, κελεύσασαν, ‘μάτην, δέσποινα,’ ἔφητοῦτο προσέταξας: πάντα γὰρ καὶ ταῦτα, καὶ τὰ ἄλλα ὅσα ἂν ὑπαγορεύσῃς μοι, ἔν τε τῇ ψυχῇ ἀεὶ [3] φέρω καὶ οὐδέποτε ἐξαλειφθῆναι δύναται.’ τοῦτό τε οὖν αὐτῆς ἐθαύμασα, καὶ προσέτι ὅτι καὶ Οὐεσπασιανὸς αὐτῇ ὑπερέχαιρε, πλεῖστόν τε διὰ τοῦτο ἴσχυσε, καὶ πλοῦτον ἀμύθητον ἤθροισεν, [p. 288] ὥστε καὶ νομισθῆναι ὅτι δι᾽ αὐτῆς ἐκείνης ἐχρηματίζετο: πάμπολλα γὰρ παρὰ πολλῶν ἐλάμβανε, τοῖς μὲν ἀρχὰς τοῖς δὲ ἐπιτροπείας στρατείας ἱερωσύνας, ἤδη δέ τισι καὶ ἀποφάσεις [4] αὐτοῦ πιπράσκουσα. ἀπέκτεινε μὲν γὰρ Οὐεσπασιανὸς χρημάτων ἕνεκα οὐδένα, ἔσωσε δὲ πολλοὺς τῶν διδόντων: καὶ μὲν λαμβάνουσα ἐκείνη ἦν, ὑπωπτεύετο δὲ Οὐεσπασιανὸς ἑκὼν αὐτῇ ἐπιτρέπειν τοῦτο ποιεῖν ἐκ τῶν ἄλλων ὧν ἔπραττεν, 3 ὧν ὀλίγα δείγματος ἕνεκα διηγήσομαι. [5] ἀνδριάντα γὰρ πέντε καὶ εἴκοσι μυριάδων στῆσαί οἱ ψηφισαμένων τινῶν προέτεινε τὴν χεῖρα καὶ ἔφηδότε μοι τὸ ἀργύριον: γὰρ βάσις αὐτοῦ αὕτη ἐστί.’ καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τῷ τοῦ οὔρου 4 τέλει, καὶ αὐτὸ μετὰ τῶν ἄλλων κατεδείχθη, εἶπε, λαβὼν ἐξ αὐτοῦ χρυσοῦς πεπορισμένους καὶ δείξας αὐτῷ, ‘ἰδού, τέκνον, εἴ τι ὄζουσιν.’ ”

1 *)antwni/an Sylb., a)ntwni/nan *wC.

2 *sei+anou= Bs., sianou= *wC.

3 e)/pratten Leuncl., e)/pratton *wC.

4 ou)/rou R. Steph., ou)/i/ou *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: