Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
μηδὲν μακρὰν ἀπέλθῃς,
μηδ᾽ αὖθις ἐπανέρῃ με,
440ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὴν θύραν ἀφιγμένος.
Διόνυσος
αἴροι᾽ ἂν αὖθις ὦ παῖ.
Ξανθίας
τουτὶ τί ἦν τὸ πρᾶγμα;
ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν. Χορός
χωρεῖτε
445νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς:
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.