Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
μὴ τοίνυν ζητεῖθ᾽ ὅντιν᾽ ἀνθ᾽ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρ᾽ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε: μηδ᾽ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρ᾽ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι: ἀλλ᾽ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλ᾽ ὅσων δέονται διδόντες, αὐτοὶ δ᾽ εἰσφέροντες, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλ᾽ ὅσ᾽ εἰς πόλεμον:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.