Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτ᾽ ἄνω κάτω, καὶ στρατηγεῖσθ᾽ ὑπ᾽ ἐκείνου, βεβούλευσθε δ᾽ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτ᾽ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δ᾽ ἴσως πρότερον μὲν ἐνῆν: νῦν δ᾽ ἐπ᾽ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστ᾽ οὐκέτ᾽ ἐγχωρεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.