Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτ᾽ εἶχεν: οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασι χρησαμένοις, ἀλλ᾽ οἰκείοις ἔξεσθ᾽ ἃ προσήκει πράττειν εἰδέναι. ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθ᾽ εἰργασμένους, μὰ Δί᾽ οὐ χαλκοῦς ἵστασαν, ἀλλ᾽ ὡς οὐδὲν αὑτῶν κρείττους ὄντας, οὕτως ἐτίμων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.