Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀγαύη
μέτεχέ νυν θοίνας. Χορός
τί; μετέχω, τλᾶμον; Ἀγαύη
1185νέος ὁ μόσχος ἄρ-
τι γένυν ὑπὸ κόρυθ᾽ ἁπαλότριχα
κατάκομον θάλλει. Χορός
πρέπει γ᾽ ὥστε θὴρ ἄγραυλος φόβῃ. Ἀγαύη
ὁ Βάκχιος κυναγέτας
1190σοφὸς σοφῶς ἀνέπηλ᾽ ἐπὶ θῆρα
τόνδε μαινάδας. Χορός
ὁ γὰρ ἄναξ ἀγρεύς. Ἀγαύη
ἐπαινεῖς; Χορός
ἐπαινῶ. Ἀγαύη
τάχα δὲ Καδμεῖοι ... Χορός
1195καὶ παῖς γε Πενθεὺς ... Ἀγαύη
ματέρ᾽ ἐπαινέσεται,
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ. Χορός
περισσάν. Ἀγαύη
περισσῶς. Χορός
ἀγάλλῃ; Ἀγαύη
γέγηθα,
μεγάλα μεγάλα καὶ
φανερὰ τᾷδ᾽ ἄγρᾳ κατειργασμένα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.