previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[78]

Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δ᾽ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων. [79] εἶτα ἐπ᾽ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατ᾽ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθ᾽ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἕως τοῦ χείλους ἀνείλκυστο: [80] τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος. περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις. [81] τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δ᾽ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι. [82] προσκατεσκεύασε δὲ τούτοις βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων. [83] ταῦτα δ᾽ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο: [84] οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν. αἴτιον δ᾽ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: