[13ε]
Σωκράτης
τί δὲ ἡ ναυπηγοῖς ὑπηρετική; εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετική ἐστιν;γΕὐθύφρων
δῆλον ὅτι, ὦ Σώκρατες, εἰς πλοίου.Σωκράτης
καὶ ἡ οἰκοδόμοις γέ που εἰς οἰκίας;Εὐθύφρων
ναί.Σωκράτης
εἰπὲ δή, ὦ ἄριστε: ἡ δὲ θεοῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετικὴ ἂν εἴη; δῆλον γὰρ ὅτι σὺ οἶσθα, ἐπειδήπερ τά γε θεῖα κάλλιστα φῂς εἰδέναι ἀνθρώπων.Εὐθύφρων
καὶ ἀληθῆ γε λέγω, ὦ Σώκρατες.Σωκράτης
εἰπὲ δὴ πρὸς Διὸς τί ποτέ ἐστιν ἐκεῖνο τὸ πάγκαλον ἔργον ὃ οἱ θεοὶ ἀπεργάζονται ἡμῖν ὑπηρέταις χρώμενοι;Εὐθύφρων
πολλὰ καὶ καλά, ὦ Σώκρατες.