[332ξ]
βραδέως;ἔφη.καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;συνέφη.φέρε δή, ἦν δ᾽ ἐγώ, ἔστιν τι καλόν;συνεχώρει.τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;οὐκ ἔστιν.τί δέ; ἔστιν τι ἀγαθόν;ἔστιν.τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;οὐκ ἔστιν.τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;ἔφη.τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;οὐκ ἔφη.οὐκοῦν, ἦν δ᾽ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;συνωμολόγει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.