previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[24] εὐθὺς ἐπὶ τῆς Ἀκαρνανίας ὅτι μὲν αὐτὴν Λαέρτης καὶ οἱ Κεφαλλῆνες κατεκτήσαντο εἴρηται ἡμῖν, τίνων δὲ κατεχόντων πρότερον πολλοὶ μὲν εἰρήκασιν: οὐχ ὁμολογούμενα δὲ εἰπόντων ἐπιφανῆ δέ, ἀπολείπεταί τις λόγος ἡμῖν διαιτητικὸς περὶ αὐτῶν. φασὶ γὰρ τοὺς Ταφίους τε καὶ Τηλεβόας λεγομένους οἰκεῖν τὴν Ἀκαρνανίαν πρότερον, καὶ τὸν ἡγεμόνα αὐτῶν Κέφαλον τὸν κατασταθέντα ὑπὸ Ἀμφιτρύωνος κύριον τῶν περὶ τὴν Τάφον νήσων κυριεῦσαι καὶ ταύτης τῆς χώρας: ἐντεῦθεν δὲ καὶ τὸ ἀπὸ τοῦ Λευκάτα νομιζόμενον ἅλμα τούτῳ πρώτῳ προσμυθεύουσιν, ὡς προείρηται. δὲ ποιητὴς ὅτι μὲν ἦρχον οἱ Τάφιοι τῶν Ἀκαρνάνων πρὶν τοὺς Κεφαλλῆνας καὶ τὸν Λαέρτην ἐπελθεῖν οὐ λέγει, διότι δ᾽ ἦσαν φίλοι τοῖς Ἰθακησίοις λέγει, ὥστ᾽ οὐδ᾽ ὅλως ἐπῆρξαν τῶν τόπων κατ᾽ αὐτόν, ἑκόντες παρεχώρησαν καὶ σύνοικοι ἐγένοντο. φαίνονται δὲ καὶ ἐκ Λακεδαίμονός τινες ἐποικῆσαι τὴν Ἀκαρνανίαν, οἱ μετ᾽ Ἰκαρίου τοῦ [p. 649] Πηνελόπης πατρός: καὶ γὰρ τοῦτον καὶ τοὺς ἀδελφοὺς αὐτῆς ζῶντας παραδίδωσιν ποιητὴς κατὰ τὴν Ὀδύσσειανοἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα.
1καὶ περὶ τῶν ἀδελφῶνἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι
2οὔτε γὰρ ἐν Λακεδαίμονι πιθανὸν αὐτοὺς οἰκεῖνοὐ γὰρ ἂν Τηλέμαχος παρὰ Μενελάῳ κατήγετο ἀφιγμένος ἐκεῖσε), οὔτ᾽ ἄλλην οἴκησιν παρειλήφαμεν αὐτῶν. φασὶ δὲ Τυνδάρεων καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἰκάριον ἐκπεσόντας ὑπὸ Ἱπποκόωντος τῆς οἰκείας ἐλθεῖν παρὰ Θέστιον τὸν τῶν Πλευρωνίων ἄρχοντα, καὶ συγκατακτήσασθαι τὴν πέραν τοῦ Ἀχελώου πολλὴν ἐπὶ μέρει: τὸν μὲν οὖν Τυνδάρεων ἐπανελθεῖν οἴκαδε γήμαντα Λήδαν τὴν τοῦ Θεστίου θυγατέρα, τὸν δ᾽ Ἰκάριον ὑπομεῖναι τῆς Ἀκαρνανίας ἔχοντα μέρος, καὶ τεκνοποιήσασθαι τήν τε Πηνελόπην ἐκ Πολυκάστης τῆς Λυγαίου θυγατρὸς καὶ τοὺς ἀδελφοὺς αὐτῆς. ἡμεῖς μὲν οὖν ἀπεδείξαμεν ἐν τῷ καταλόγῳ τῶν νεῶν καὶ τοὺς Ἀκαρνᾶνας καταριθμουμένους καὶ μετασχόντας τῆς ἐπὶ Ἴλιον στρατείας, ἐν οἷς κατωνομάζοντο οἵ τε τὴν ἀκτὴν οἰκοῦντες καὶ ἔτιοἵ τ᾽ ἤπειρον ἔχον ἠδ᾽ ἀντιπέραι᾽ ἐνέμοντο.
οὔτε δ᾽ ἤπειρος Ἀκαρνανία ὠνομάζετό πω οὔθ᾽ ἀκτὴ Λευκάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: