Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ
μέντοι πρῶτος ἐκ τοῦ γένους Κικέρων ἐπονομασθεὶς ἄξιος λόγου δοκεῖ
γενέσθαι, διὸ τὴν ἐπίκλησιν οὐκ ἀπέρριψαν οἱ μετ᾽ αὐτόν, ἀλλ᾽
ἠσπάσαντο, καίπερ ὑπὸ πολλῶν χλευαζομένην. κίκερα γὰρ οἱ Λατῖνοι τόν
ἐρέβινθον καλοῦσι, κἀκεῖνος ἐν τῷ πέρατι τῆς ῥινὸς διαστολὴν, ὡς
ἔοικεν, ἀμβλεῖαν εἶχεν ὥσπερ ἐρεβίνθου διαφυήν, ἀφ᾽ ἧς ἐκτήσατο τὴν
ἐπωνυμίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.