previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47] ἔσται ταῦτα, Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας [p. 70] πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους: εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν.

Φιλοσοφία
πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας;

Παρρησιάδης
καὶ μάλα, ἤνπερ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ἁλιεὺς ἀνέθηκεν ἐκ Πειραιῶς.

Ἱερεία
ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς.

Παρρησιάδης
οὐκοῦν, ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου.

Ἱερεία
λάμβανε

Φιλοσοφία
. τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, Παρρησιάδη, ποιεῖς; που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ;

Παρρησιάδης
σιώπησον, Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε: σὺ δέ, Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: